Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

85. Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι

458
υ΄· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ.

86. Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τν΄· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρούριον βαρβάρων.

87. Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρν΄.

459

88. Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σ΄· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.

89. Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρν΄.

460

90. Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τν΄.

91. Ἀπὸ Ἀσπίδος εἰς Ταριχείας στάδιοι τν΄.

92. Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υ΄· [ἀκρωτήριόν ἔστιν.]

461

93. [Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φν΄.] Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν, νησία ἔχουσαν· ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ

462
πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου. Αὕτη καλεῖται Λέπτις. Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτιν τὴν Μεγάλην στάδιοι δϚ΄.

94. Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι ε΄· ὅρμος ἐστὶ πλοίοις μικροῖς.

95. Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τ΄· ἄκρα ἐστὶν

463
ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται [Aἰ]νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ.

96. Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μ΄· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται.

97. Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

98. Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υ΄.

464

99. Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υ΄· πόλις ἐστὶν ἀλίμενος σάλον ἔχει.