Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

318. Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φ΄· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα.

319. Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι π΄· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον [ἣ] καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ.

320. Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι ο΄· λίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης.

506

321. Ἀπὸ Βιένου εἰς Αέβηναν στάδιοι ο΄· ἐκεῖ παράκειται νησίον, δ καλεῖται Ὀξεῖα· ὅδωρ ἔχει.

322. Ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κ΄.

507

323. Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τ΄· πόλις ἐστὶ, καὶ λιμένα ἔχει.

324. Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξε΄· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει.

325. Ἀπὸ Σοωλήνας εἰς Ψυχέα στάδιοι ιβ΄· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψτχέα στάδιοι τν΄· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.

326. Ἀπὸ Ψχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρν΄· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ.

327. Ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λ΄.

328. Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρ΄· πόλις

508
ἐστίν· ἔχει λιμένα καὶ νῆσον. Ἀπὸ δὲ Κλαωδίας εἰς Φοίνικα στάδιοι τ΄. Ἔχει πόλιν καὶ λιμένα.

329. Ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξ΄· πόλις μικρά ἐστιν· ἔχει ὅρμον.

509

330. Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξ΄· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ.

331. Ἀπὸ Ποικιλασσοῦ εἰς Σύθαν στάδιοι ν΄· πόλις ἔστὶ καὶ λιμένα καλὸν ἔχει.

332. [Ἀπὸ Σύβης εἰς Λισσὸν στάδιοι λ΄.]

333. Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σν΄.

510

334. Ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λ΄. ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον.

335. Ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Bίεννον στάδιοι ιβ΄· λιμένα ἔχει καὶ ὕδωρ.

336. Ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξ΄· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά νῆσος δὲ ἀπὸ σταδίων ξ΄ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι· ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γ΄· καλεῖται Μέση, καὶ ὅρμον ἔχει· ἡ δὲ τρίτη καλεῖται Μύλη ὁ δὲ πλοῦς βαθύς ἀγορὰν ἔχει.

511

337. Ἀκὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι ν΄· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης.