Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

338. Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι ν΄· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος ἔστι δὲ ἐσώτερος κόλπος, καὶ καλεῖται Μυρτῖλος καὶ ὕδωρ ἔχει.

339. Ἀπὸ Ἀγνείου εἰς Κίσαμον στάδιοι π΄ πόλις ἐστὶν ἐν κόλπῳ κειμένη. ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ.

340. Ἀπὸ Κισάμου ἐπὶ Τίτυρον στάδιοι κε΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν, κατάδενδρον· βλέπει πρὸς ἄρκτον.

341. Ἀπὸ Τιτύρου ἐπὶ τὸ Δικτυνναῖον στάδιοι π΄· ὅρμος ἐστὶν ἐν αἰγιαλῷ.

342. Ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι

512
ρο΄· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τήν Κρήτην [καὶ] πρὸς ἄρκτον.

343. Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξ΄· πόλις ἐστίν· ἔχει λιμένα, καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει.

344. Ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται σταδίοις ρν΄· πεζῃ δὲ στάδιοι ρκ΄· ὁ τόπος Μίνως καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἴ καλοῦνται Λευκαί.

345. Ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρν΄·

513
ποταμός ἐστι καὶ λιμήν περὶ αὐτὸν παραχειμαστικὸς, καὶ πύργον ἔχει.

346. Ἀπὸ Ἀμφιματρίου εἰς Ὕδραμον στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευ. θέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου στάδιοι ν΄·

347. Ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λ΄. λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ. [Ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων ν΄.]

514

348. Ἀπὸ Ἆστάλης εἰς Ἡράκλειον στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κ΄ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μ΄ πρὸς δύσιν· καλεῖται Δῖος.

349. Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδιοι λ΄· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα.

350. Ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξ΄· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κ΄---·

351. Ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιε΄.

352. Ἀπὸ Καμάρας εἰς Ἴστρον στάδιοι κε΄.

353. Ἀπὸ τῆς Ἴστρου ἐπὶ τὴν Κητίαν ἄκραν στάδιοι ιε΄· ὕφορμός ἐστιν, ἄνυδρος δέ.

354. Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδας στάδιοι τ΄· νῆσοι εἰσὶ δύο, ἔχουσαι λιμένα καὶ ὕδωρ.

355. Ἀπὸ Διονυσιάδων εἰς τὸ Σαμώνιον, ὅθεν ἠρξάμεθα περιάγειν τὴν Κρήτην, στάδιοι ρκ΄.