Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

84. Αὕτη ἡ Μεσημβρία πόλις παρὰ τὴν ὑπώρειαν τοῦ καλουμένου Αἵμου κειμένη, τῆ Θρακίᾳ τε καὶ Γετικῆ συνορίζει γῇ. Καλχηδόνιοι δὲ ταύτην καὶ Μεγαρεῖς ᾤκισαν, ὅτε ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο.

85. Ἀπὸ δὲ Μεσημβρίας εἰς Ἀγχίαλον πόλιν, ἔχουσαν καὶ λιμένα τοῖς ἀφʼ ἐσπέρας ἀνέμοις, στάδιοι ο΄, μίλια θ΄, γ΄. Ἀπὸ δὲ Ἀγχιάλου εἰς Ἀπολλωνίαν πόλιν, τὴν νῦν Σωζόπολιν λεγομένην, ἔχουσαν καὶ λιμένας μεγάλους δύο, στάδιοι ρπ΄, μίλια κδ΄.

86. Ταύτην τὴν Ἀπολλωνίαν πόλιν κτίζουσιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι πρὸ πεντήκοντα ἐτῶν τῆς Κύρου βασιλείας. Πλείστας γὰρ ἐποικίας ἐξ Ἰωνίας ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν Ἄξενον λεγόμενον διὰ τὰς ἐπιθέσεις τῶν βαρβάρων, προσηγορίας ἐποίησαν Εὐξείνου τυχεῖν.

87. Αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες εἰσὶν ᾠκισμέναι ἐν τῆ Σκυθίᾳ ἐν ἀριστερᾷ ἐσπλέοντι εἰς τὸν Πόντον. Ἀπὸ δὲ Ἀπολλωνίας τῆς καὶ Σωζοπόλεως εἰς Χερρόνησον, ἐν ἡ ὅρμος ναυσί, στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Χερρονήσου εἰς Αὐλαίου τεῖχος τὸ [καὶ] λεγόμενον Θήρας χωρίον, ἐν ᾧ καὶ ὕφορμος, στάδιοι σν΄, μίλια λγ΄, γ΄. Ἐντεῦθεν τὰ μέρη τῶν Βυζαντίων ἐκδέχεται· τὰ δὲ πρότερα Θράκης τῆς εἰς τὸν Πόντον καθηκούσης τοῦ ἐν τῷ Εὐρωπαίῳ μέρει τοῦ Πόντου περίπλου. Ἀπὸ δὲ Θηρῶν χωρίου ἤτοι [τοῦ] λεγομένου Αὐλαίοιυ τείχους εἰς Θυνιάδα, ἀκρωτήριον, ἐν ᾧ καὶ ὅρμος ναυσὶ, στάδιοι ρκ΄, μίλια ιϚ. Θυνιὰς, εὐλίμενος ἄκρα τῆς Ἀστικῆς Θράκης ὑπάρχουσα.

88. Ἀπὸ δὲ Θυνιάδος εἰς Σαλμυδησσὸν στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄. Τούτου τοῦ χωρίου μνήμην ποιεῖται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἐλλήνων, ἧς αὐτὸς ἡγήσατο,

422
ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσε· καὶ περὶ τῆς λιμενότητος τοῦ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες, οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσι διαμάχονται.

89. Οὗτος δ᾿ ὁ Σαλμυδησσὸς αἰγιαλὸς ἐφ᾿ ἑπτακόσια στάδια τεναγώδης ἄγαν καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς παρατέταται, ταῖς ναυσὶν ἔχθρότατος τόπος.

90. Ἀπὸ δὲ Σαλμυδησσοῦ εἰς Φρυγίαν τὴν καὶ λεγομένην Φιλίαν, καὶ Βυζαντίων χωρίον καὶ ἀκρωτήριον, στάδιοι τι, μίλια μα΄, γ΄. κπὸ δὲ Φρυγίας τῆς [καὶ] Φιλίας ἐς Κυανέας ἤτοι Κύλας στάδιοι τκ΄, μίλια μβ΄, ∠΄,Ϛ΄. Αὗται δὲ αἱ Κυάνεαι εἰσὶν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἷναι, καὶ διὰ τούτων πρώτηνναῦν περάσαι τὴν Ἀργὼ, ἥτις εἰς Κόλχους Ἰάσονα ἤγαγεν. Ἀπὸ δὲ Κυανέων εἰς τὸ Ἱερὸν τοῦ Διὸς Οὐρίου, ἐν ᾧ τὸ στόμα τοῦ Πόντου, στάδιοι μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ τοῦ ἱεροῦ εἰς λιμένα Δάφνης τῆς Μαινομένης τὸν νῦν λεγόμενον Σωσθένην στάδιοι μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Σωσθένους εἰς τὸ Βυζάντιον στάδιοι π΄, μίλια ι΄, ∠΄,Ϛ΄. Τάδε καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου ἐπὶ Βόσπορον τὸν Θράκιον καὶ Βυζάντιον.

91. Ὁμοῦ ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ποτἀμοῦ, ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἤτοι στόματος τοῦ Πόντου στάδιοι γχμ΄, μίλια υπε΄, γ΄. Ἀπὸ δέ Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου στάδιοι εχ, μίλια ψμϚ΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ Χερσῶνος ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου στάδιοι ηϠ΄, μίλια ἀρπϚ΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ τῆς Πορθμίας κώμης, τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης [τῶν] τοῦ Πόντου μερῶν, τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης κειμένης, ἤτοι Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου, στάδιοι „α αρ΄, μίλια αυπ΄. Λέγεται δὲ τῆς Εὐρώπης ὁ παράπλους ἶσος εἶναι τῷ περίπλῳ τῆς Ποντικῆς τῶν τῆς Ἀσίας μερῶν.

92. Ἀπὸ δὲ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως Ἀμισοῦ στάδιοι δχξ΄, μίλια χκα΄, γ΄. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως ποταμοῦ στάδιοι γωβ΄, μίλια φζ΄. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἤτοι Ἀχιλλείου κώμης στάδιοι δκε΄ μίλια φλϚ΄, ∠΄,Ϛ΄.

423
Ὡς γίνεσθαι ἀπὸ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στομίου τῆς Μαιώτιδος στάδιοι „α βυπζ΄, μίλια αχξε΄. Ὁμοῦ γίνονται ὁ πᾶς περίπλους τοῦ Εὐξείνου Πόντου, τῶν τε δεξιῶν τῶν τε παρὰ τὴν Ἀσίαν μερῶν τοῦ Πόντου, καὶ ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδιοι βγ φπζ΄, μίλια γρμε΄. Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στάδιοι θ΄, μίλια ασ΄.