Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἤδη ἄγονται πρὸς τῶν ἡμέρων. ὅσοι δὲ νήπιοι αὐτῶν ἢ διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τούτους ἐῶσιν ἀπαλλάσσεσθαι ἐς τὰ σφέτερα ἤθεα.

ἄγοντες δὲ ἐς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν,

οἳ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιιστάμενοι οἱ Ἰνδοὶ ᾠδῇσί τε καὶ τυμπάνοισι καὶ κυμβάλοισιν κρούοντές τε καὶ ἐπᾴδοντες κατευνάζουσι.

θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προεκινδύνευσαν, ὃ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν.

εἶδον δὲ ἐγὼ καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλου τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθε προσηρτημένου, καὶ πρὸς τῇ προβοσκίδι καλεομένῃ ἄλλο κύμβαλον·

ὃ δὲ ἐν μέρεϊ τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκατέροιν τοῖν σκελοῖν, οἳ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχόρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπροσθε

p.19
σκέλεα ἐν τῷ μέρεϊ ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον, κατʼ ὅτι ὁ κυμβαλίζων σφίσιν ὑπηγέετο.

βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος ὄγδοον.

ζῴουσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῴοντες ἐς διηκόσια, πολλοὶ δὲ νούσῳ προτελευτέουσιν.

καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴημα βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νούσους μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι ὕεια κρέα ὀπτεύμενα καὶ καταπλασσόμενα.

τοῦ δὲ ἐλέφαντος τὴν τίγριν πολλόν τι ἀλκιμωτέρην Ἰνδοὶ ἄγουσι. τίγριος δὲ δορὴν μὲν ἰδεῖν λέγει Νέαρχος, αὐτὴν δὲ τίγριν οὐκ ἰδεῖν· ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι, τίγριν εἶναι μέγαθος μὲν ἡλίκον τὸν μέγιστον ἵππον, τὴν δὲ ὠκύτητα καὶ ἀλκὴν οἵην οὐδενὶ ἄλλῳ εἰκάσαι·

ἐπεὰν γὰρ ὁμοῦ ἔλθῃ ἐλέφαντι, ἐπιπηδᾶν τε ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλέφαντος καὶ ἄγχειν εὐπετέως.

ταύτας δέ, ἅστινας καὶ ἡμεῖς ὁρέομεν καὶ τίγριας καλέομεν, θῶας εἶναι αἰόλους καὶ μέζονας ἤπερ τοὺς ἄλλους θῶας.

ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁκοῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακομισθείσας τὸ Μακεδονικόν.