Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

θηρέουσι δὲ Ἰνδοὶ τὰ μὲν ἄλλα ἄγρια θηρία κατάπερ καὶ Ἕλληνες, ἡ δὲ τῶν ἐλεφάντων σφιν θήρη οὐδέν τι ἄλλῃ ἔοικεν, ὅτι καὶ ταῦτα τὰ θηρία οὐδαμοῖσιν ἄλλοισι θηρίοισιν ἐπέοικεν.

ἀλλὰ τόπον γὰρ ἐπιλεξάμενοι ἄπεδον καὶ καυματώδεα ἐν κύκλῳ τάφρον ὀρύσσουσιν, ὅσον μεγάλῳ στρατοπέδῳ ἐναυλίσασθαι. τῆς δὲ τάφρου τὸ εὖρος ἐς πέντε ὀργυιὰς ποιέονται, βάθος τε ἐς τέσσαρας.

τὸν δὲ χόον ὅντινα ἐκβάλλουσιν ἐκ τοῦ ὀρύγματος, ἐπὶ τὰ χείλεα ἑκάτερα τῆς τάφρου ἐπιφορήσαντες ἀντὶ

τείχεος διαχρέονται, αὐτοὶ δὲ ἐπὶ τῷ χώματι τῷ ἐπὶ τοῦ χείλεος τοῦ ἔξω τῆς τάφρου σκηνάς σφιν ὀρυκτὰς ποιέονται, καὶ διὰ τούτων ὀπὰς ὑπολείπονται· διʼ ὧν φάος τε αὐτοῖσιν ἐσέρχεται καὶ τὰ θηρία προσάγοντα καὶ ἐσελαύνοντα ἐς τὸ ἕρκος σκέπτονται.

ἐνθαῦτα ἐντὸς

p.17
τοῦ ἕρκεος καταστήσαντες τῶν τινας θηλέων τρεῖς ἢ τέσσαρας, ὅσαι μάλιστα τὸν θυμὸν χειροήθεες, μίαν ἔσοδον ἀπολιμπάνουσι κατὰ τὴν τάφρον, γεφυρώσαντες τὴν τάφρον· καὶ ταύτῃ χόον τε καὶ ποίην πολλὴν ἐπιφορέουσι τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν, μὴ τινα δόλον ὀισθῶσιν.

αὐτοὶ μὲν ὦν ἐκποδὼν σφᾶς ἔχουσι κατὰ τῶν σκηνέων τῶν ἐπὶ τῇ τάφρῳ δεδυκότες, οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκεομένοισι, νύκτωρ δὲ πλανέονταί τε πάντη καὶ ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν.

ἐπεὰν ὦν τῷ ἕρκεϊ πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῆς ὀδμῆς αἰσθόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ χείλεα εὖτʼ ἄν τῇ γεφύρῃ ἐπιτύχωσι. κατὰ ταύτην ἐς τὸ ἕρκος ὠθέονται.

οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσοδον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἱ μὲν αὐτῶν τὴν γέφυραν ὀξέως ἀπεῖλον, οἱ δὲ ἐπὶ τὰς πέλας κώμας ἀποδραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκεϊ ἔχονται οἳ δὲ ἀκούσαντες ἐπιβαίνουσι τῶν κρατίστων τε καὶ χειροηθεστάτων ἐλεφάντων, ἐπιβάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλὰ ἐῶσι γὰρ λιμῷ τε ταλαιπωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψεϊ δουλωθῆναι.

εὖτʼ ἂν δέ σφισι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐπὶ τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη κατίσταται καρτερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας·

ἔπειτα κρατέονται μὲν κατὰ τὸ οἰκὸς οἱ ἄγριοι ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρεύμενοι.

οἳ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν,

p.18
ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγῇσι σφᾶς2κολάζειν πολλῇσιν, ἔστʼ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι. παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι.

τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας μηδέ τι ἄλλο ἀτάσθαλον ἐργάζεσθαι, τὸν τράχηλον αὐτοῖσιν ἐν κύκλῳ μαχαιρίῳ ὀξέι ἐπιτέμνουσι, καὶ τὸν βρόχον κατὰ τὴν τομὴν περιδέουσιν, ὡς ἀτρέμα ἔχειν τὴν κεφαλήν τε καὶ τὸν τράχηλον ὑπὸ τοῦ ἕλκεος.

εἰ γὰρ περιστρέφοιντο ὑπὸ ἀτασθαλίης, τρίβεται αὐτοῖσι τὸ ἕλκος ὑπὸ τῷ κάλῳ. οὕτω ὦν ἀτρέμα ἴσχουσι, καὶ ταύτῃ γνωσιμαχέοντες