Anonymi (Arriani, ut fertur) periplus maris Erythraei
Pseudo-Arrianus
Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
7. Ἤδη [δὲ] ἐπ᾿ ἀνατολὴν ὁ Ἀραβικὸς κόλπος διατείνει καὶ κατὰ τὸν Aὐαλίτην μάλιστα στενοῦται. Μετὰ δὲ σταδίους ὡςεὶ τετρακιςχιλίους, κατὰ τὴν αὐτήν ἤπειρον εἰς ἀνατολὴν πλεόντων, ἔστιν ἄλλα ἐμπόρια Βαρβαρικὰ, τὰ πέραν λεγόμενα, κείμενα μὲν κατὰ τὸ ἑξῆς ἀγκυροβολίοις δὲ καὶ σάλοις ἔχοντα τοὺς ὅρμους κατὰ καιροὸς ἐπιτηδείους. Πρῶτος μὲν ὁ λεγόμενος Aὐαλίτης, καθʼ ὃν καὶ στενώτατός ἐστιν ἀπὸ τῆς Ἀραβικῆς
8. Μετὰ δὲ τὴν Aὐαλίτην ἕτερον ἐμπόριόν ἐστι τούτου διαφέρον ἡ λεγομένη Μαλαὼ, πλοῦν ἀπέχουσα σταδίων ὡς ὀκτακοσίων· ὁ δὲ ὅρμος ἐπίσαλος, σκεπόμενος ἀκρωτηρίῳ τῷ ἐξ ἀνατολῆς ἀνατείνοντι· οἱ δὲ κατοικοῦντες εἰρηνικώτεροι. Προχωρεῖ δὲ εἰς τοῦτον τὸν τόπον τὰ προειρημένα καὶ πλείονες χιτῶνες, σάγοι Ἀρσινοητικοὶ γεγναμμένοι καὶ βεβαμμένοι καὶ ποτήρια· καὶ μελίεφθα ὀλίγα καὶ σίδηρος καὶ δηνάριον οὐ πολὺ, χρυσοῦν τε καὶ ἀργυροῦν. Ἐκφέρεται δὲ ἀπὸ τῶν, τόπων τούτων καὶ σμύρνα καὶ λίβανος ὁ περατικὸς ὀλίγος καὶ κασσία σκληροτέρα καὶ δούακα καὶ κάγκαμον
9."Ἀπὸ δὲ Μαλαὼ δύο δρόμοις ἐστὶν ἐμπόριον ἡ Μούνδου, ἐν ᾧ καὶ ἀσφαλέστερον ὁρμεῖ τὰ πλοῖα εἰς τὴν προκειμένην ἔγγιστα τῆς γῆς νῆσον. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα καὶ ἐκεῖθεν ὁμοίως ἐκφέρεται τὰ προειρημένα φορτία [καὶ] s θυμίαμα τὸ λεγόμενον μοκρότου. Οἱ δὲ κατοικοῦντες ἔμποροι σκληρότεροι.
10. Ἀπὸ δὲ τῆς Μούνδου, πλεόντων εἰς τήν ἀνατολὴν, ὁμοίως μετὰ δύο δρόμους ἢ τρεῖς, πλησίον κεῖται τὸ Μόσυλον ἐν αἰγιαλῷ δυςόρμῳ. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα γένη καὶ σκεύη ἀργυρᾶ, σιδηρᾶ δὲ ἐλάσσονα, καὶ λιθία, Ἐξάγεται δὲ ἀπὸ τῶν τόπων κασσίας χρῆμα πλεῖστον διὸ καὶ μειζόνων πλοίων χρῄζει τὸ ἐμπόριον καὶ ἄλλη εὐωδία καὶ ἀρώματα καὶ χελωνάρια ὀλίγα καὶ μοκρότου, ἧττον τοῦ Μουνδιτικοῦ, καὶ λίβανος ὁ περατικὸς, ἐλέφας δὲ καὶ σμύρνα σπανίως.
11. Ἀπὸ δὲ τοῦ Μοσύλλου μετὰ δύο δρόμους, παραπλεύσαντι τὸ λεγόμενον Νειλοπτολεμαῖον καὶ ταπατηγη