Anonymi (Arriani, ut fertur) periplus maris Erythraei
Pseudo-Arrianus
Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
12. Καὶ μετὰ ταύτην, τῆς γῆς ὑποχωρούσης εἰς τὸν νότον ἤδη, τὸ τῶν Ἀρωμάτων ἐμπόριον καὶ ἀκρωτήριον τελευταῖον τῆς Βαρβαρικῆς ἠπείρου πρὸς ἀνατολὴν ἀπόκοπον· ὁ δὲ ὅρμος ἐπίσαλος [καὶ] κατὰ καιροὺς ἐπικίνδωνος διὰ τὸ προσεχῆ τὸν τόπον εἶναι τῷ βορέᾳ. Σημεῖον δὲ τοῦ μέλλοντος χειμῶνος τοπικὸν τὸ τὸν βυθὸν θολερώτερον γίνεσθαι καὶ τὴν χρόαν ἀλλάσσειν. Τούτου δὲ γενομένου πάντες ἀποφεύγουσιν εἰς τὸ μέγα ἀκρωτήριον, τόπον καὶ σκέπην, τὸ λεγόμενον προχωρεῖ εἶτα εἰς λίβα ἡ χώρα ποταμοὺς ἔχεικτλ.
13. Ἀπὸ δὲ Τάβαι μετὰ σταδίους τετρακοσίους παραπλεύσαντι χερσόνησον, καθʼ ὃν τόπον καὶ ὁ ῥοῦς ἕλκει, ἕτερόν ἐστιν ἐμπόριον Ὀπώνη, εἰς ἣν καὶ αὐτὴν προχωρεῖ μὲν τὰ προειρημένα, τὸ δὲ πλεῖστον ἐν αὐτῇ γεννᾶται κασσία καὶ ἄρωμα καὶ μοτὼ καὶ δουλικὰ κρείσσονα, ἃ εἰς Aἴγυπτον προχωρεῖ μᾶλλον, καὶ χελώνη πλείστη καὶ διαφορωτέρα τῆς ἄλλης.
14. Πλεῖται δὲ εἰς πάντα ταῦτα τὰ τοῦ πέραν ἐμπόρια ἀπὸ μὲν Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὅ ἐστιν Ἐπιφί. Ἐξαρτίζεται δὲ συνήθως καὶ ἀπὸ τῶν ἔσω τόπων, τῆς Ἀριακῆς καὶ Βαρυγάζων, εἰς τὰ αὐτὰ τὰ τοῦ πέραν ἐμπόρια γένη προχωροῦντα ἀπὸ τῶν τόπων, σῖτος καὶ ὄρυζα καὶ βούτυρον καὶ ἔλαιον σησάμινον καὶ ὀθόνιον, ἥ τε μοναχὴ καὶ ἡ σαγματογήνη, καὶ περιζώματα καὶ μέλι τὸ καλάμινον τὸ λεγόμενον σάκχαρι. Καὶοἱ μὲν προηγουμένως εἰς ταῦτα τὰ ἐμπόρια πλέουσιν, οἱ δὲ [κατὰ] τὸν παράπλουν ἀντιφορτίζονται τὰ ἐμπεσόντα. Οὐ βασιλεύεται δὲ ὁ τόπος, ἀλλὰ τυράννοις ἰδίοις καθʼ ἕκαστον ἐμπόριον διοικεῖται.
15. Ἀπὸ δὲ Ὀπώνης τῆς ἀκτῆς εἰς τὸν νότον ὑποχωρούσης ἐπὶ πλεῖον, πρῶτα μέν ἐστι τὰ λεγομενα
16. Ἀφʼ ἧς μετὰ δύο δρόμους τῆς ἠπείρου τὸ τελευταιότατον τῆς Ἀζανίας ἐμπόριον κεῖται, τὰ Ῥαπτὰ