Anonymi (Arriani, ut fertur) periplus maris Erythraei

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

22. Ὑπέρκειται δὲ αὐτῆς ἀπὸ τριῶν ἡμερῶν πόλις Σαύη, τῆς περὶ αὐτὴν Μαφαρίτιδος λεγομένης χώρας· ἔστι δὲ τύραννος καὶ κατοικῶν αὐτὴν Χόλαιβος.

23. Καὶ μετʼ ἄλλας ἐννέα ἡμέρας Σαφὰρ μητρόπολις, ἐν ᾗ Χαριβαὴλ, ἔνθεσμος βασιλεὺς ἐθνῶν δύο, τοῦ τε Ὁμηρίτου καὶ τοῦ παρακειμένου λεγομένου Σαβαΐτου, συνεχέσι πρεσβείαις καὶ δώροις φίλος τῶν αὐτοκρατόρων.

24. Τὸ δὲ ἐμπόριον ἡ Μούζα ἀλίμενον μὲν εὔσαλον δὲ καὶ εὔορμον διὰ τὰ περὶ αὐτὴν ἀμμόγεια ἀγκυροβόλια. Φορτία δὲ εἰς αὐτὴν προχωρεῖ πορφύρα, διάφορος καὶ

275
χυδαία, καὶ ἱματισμὸς Ἀραβικὸς χειριδωτὸς, ὅ τε ἁκλοῦς καὶ ὁ κοινὸς, καὶ σκοτουλάτος καὶ διάχρυσος, καὶ κρόκος καὶ κύπερος καὶ ὀθόνιον καὶ ἀβόλλαι καὶ λώδιικες οὐ πολλαὶ, ἁπλοῖ τε καὶ ἐντόπιοι, ζῶναι σκιωταὶ καὶ μύρον μέτριον καὶ χρῆμα ἱκανὸν οἶνός τε καὶ σῖτος οὐ πολύς. Φέρει γὰρ καὶ ἡ χώρα πυρὸν μετρίως καὶ οἶνον πλείονα. Τῷ δὲ βασιλεῖ καὶ τῷ τυράννῳ δίδονται ἵπποι τε καὶ ἡμίονοι νωτηγοὶ καὶ χρυσώματα καὶ τορνευτὰ ἀργυρώματα καὶ ἱματισμὸς πολυτελὴς καὶ χαλκουργήματα. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν, σμύρνα ἐκλεκτὴ καὶ στακτὴ * ἀβειρμιναία, λύγδος καὶ τὰ ἀπὸ τῆς πέραν Ἀδουλὶ προειρημένα φορτία πέντα. Πλεῖται δὲ εἰς αὐτὴν εὐκαίρως περὶ τὸν Σεπτέμβριον μῆνα, ὅς ἐστι Θώθ· οὐδὲν δὲ κωλύει κἂν τάχιον.

25. Μετὰ δὲ ταύτην ὡσεὶ τριακοσίους παραπλεύσαντες σταδίους, ἤδη συνερχομένης τε τῆς Ἀραβικῆς ἠπείρου καὶ τῆς πέραν κατὰ τὸν Aὐαλίτην Βαρβαρικῆς χώρας, αὐλών ἐστιν οὐ μακρὸς, ὁ συνάγων καὶ εἰς στενὸν ἀποκλείων τὸ πέλαγος, οδ τὸν μεταξὺ πόρον ἑξήκοντα σταδίων μεσολαβεῖ νῆσος ἡ Διοδώρου· διὸ καὶ ῥοώδης, καταπνεόμενος ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἐστὶν ὁ κατʼ αὐτὴν διάπλους. Κατὰ τοῦτον τὸν ἰσθμὸν παραθαλάσσιός ἐστιν Ἀράβων κώμη τῆς αὐτῆς τυραννίδος

276
Ὄκηλις, οὐχ οὕτως ἐμπόριον ὡς ὅρμος καὶ ὕδρευμα καὶ πρώτη καταγωγὴ τοῖς ἔσω διαίρουσι.

26. Μετὰ δὲ Ὄκηλιν, ἀνοιγομένης πάλιν τῆς θαλάσσης εἰς ἀνατολὴν καὶ κατὰ μικρὸν εἰς πέλαγος ἀποφαινομένης, ἀπὸ σταδίων ὡς χιλίων διακοσίων ἐστὶν Εὐδαίμων Ἀραβία, κώμη παραθαλάσσιος, βασιλείας τῆς αὐτῆς Χαριβαὴλ, τοὺς ὅρμους μὲν ἐπιτηδείους

277
καὶ ὑδρεύματα γλυκύτερα [καὶ] κρείσσονα τῆς Ὀκήλεως ἔχουσα, ἤδη δὲ ἐν ἀρχῇ κόλπου κειμένη τῷ τὴν χώραν ὑποφεύγειν. Εὐδαίμων δʼ ἐπεκλήθη, πρότερον οὖσα πόλις, ὅτε, μήπω ἀπὸ τῆς Ἰνδικῆς εἰς τὴν Αἴγυπτον ἐρχομένων μηδὲ ἀπὸ [τῆς] Αἰγύπτου τολμώντων εἰς τοὺς ἔσω τόπους διαίρειν, ἀλλʼ ἄχρι ταύτης παραγινομένων, τοὺς παῤ ἀμφοτέρων φόρτους ἀπεδέχετο, ὥσπερ Ἀλεξάνδρεια καὶ τῶν ἔξωθεν καὶ τῶν ἀπὸ τῆς Αἰγύπτου φερομένων ἀποδέχεται. Νῦν δὲ οὐ πρὸ πολλοῦ τῶν ἡμετέρωνχρόνων Καῖσαρ αὐτὴν κατεστρέψατο.

27. Ἀπὸ δὲ τῆς Εὐδαίμονος Ἀραβικῆς ἐκδέχεται συναφὴς αἰγιαλὸς ἐπιμήκης καὶ κόλπος ἐπὶ δισχιλίους ἢ πλείονας παρήκων σταδίους, Νομάδων τε καὶ Ἰχθυοφάγων κώμαις παροικούμενος, οὗ μετὰ τὴν προέχουσαν ἄκραν ἐμπόριόν ἐστιν ἕτερον παραθαλάσσιον, Κανὴ, βασιλείας Ἐλεάζου, χώρας λιβανωτοφόρου,

278
καὶ κατʼ αὐτὴν ἔρημοι νῆσοι δύο, μία μὲν ἡ τῶν Ὀρνέων, ἡ δʼ ἑτέρα λεγομένη Τρούλλας, ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς Κανῆς. Ὑπέρκειται δὲ αὐτῆς μεσόγειος ἡ μητρόπολις Σαββαθὰ, ἐν ᾗ καὶ ὁ βασιλεὺς κατοικεῖ. Πᾶς δὲ ὁ γεννώμενος ἐν τῇ χώρᾳ λίβανος εἰς αὐτὴν ὥσπερ ἐκδοχεῖον εἰσάγεται καμήλοις τε καὶ σχεδίαις ἐντοπίοις δερματίναις ἐξ ἀσκῶν καὶ πλοίοις.
279
Ἔχει δὲ καὶ αὐτὴ σύγχρησιν τῶν τοῦ πέραν ἐμπορίων, Βαρυγάζων καὶ Σκυθίας καὶ Ὀμάνων καὶ τῆς παρακειμένης Περσίδος.

28. Εἰσάγεται δὲ εἰς αὐτὴν ἀπʼ Αἰγύπτου μὲν ὁμοίως πυρὸς ὀλίγος καὶ οἶνος ὥσπερ καὶ εἰς Μούζα, καὶ ἱματισμὸς Ἀραβικὸς, ὁμοίως καὶ κοινὸς καὶ ἀπλοῦς καὶ ὁ νόθος περισσότερος, καὶ χαλκὸς καὶ κασσίτερος καὶ κοράλλιον καὶ στύραξ καὶ τὰ λοιπὰ ὅσα εἰς Μούζα· τὰ πλείονα δὲ ἀργυρώματα τετορευμένα καὶ χρήματα τῷ βασιλεῖ, [καὶ] ἵπποι δὲ καὶ ἀνδριάντες καὶ ἱματισμὸς διάφορος ἀπλοῦς. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν φορτία, λίβανος καὶ ἀλόη, τὰ δὲ λοιπὰ κατὰ μετοχὴν τῶν ἄλλων ἐμπορίων. Πλεῖται δὲ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν ὃν καὶ εἰς Μούζα, πρωῖμώτερον δέ.

29. Μετὰ δὲ Κανὴν, τῆς γῆς ἐπὶ πλεῖον ὑποχωρούσης, ἄλλος ἐκδέχεται βαθύτατος κόλπος, ἐπὶ πολὺ παρεκτείνων, ὁ λεγόμενος Σαχαλίτης, καὶ χώρα λιβανωτοφόρος,

280
ὀρεινή τε καὶ δύσβατος, ἀέρα παχὺν ἔχουσα καὶ ὁμιχλώδη [καὶ] κατὰ τῶν δένδρων φερόμενον τὸν λίβανον. Ἔστι δὲ τὰ δένδρα τὰ λιβανοφόρα οὐ μεγάλα λίαν οὐδὲ ὑψηλὰ, φέρει δὲ ἐπὶ τῷ φλοιῷ πησσόμενον τὸν λίβανον, ὥς τινα καὶ τῶν παῤ ἡμῖν ἐν Aἰγύπτῳ δένδρων δακρύει τὸ κόμμι. Μεταχειρίζεται δ ὁ λίβανος ὑπὸ δούλων βασιλικῶν καὶ τῶν ἐπὶ τιμωρίᾳ πεμπομένον. Ἐπίνοσοι δὲ δεινῶς οἱ τόποι, καὶ τοῖς μὲν παραπλέουσι λοιμικοὶ, τοῖς δὲ ἐργαζομένοις πάντοτε θανατώδεις, ἔτι δὲ καὶ διὰ τὴν ἔνδειαν τῆς τροφῆς εὐχερῶς ἀπολλυμένοις.

30. Τούτου δʼ ἐστὶν ἀκρωτήριον τοῦ κόσμου μέγιστον, ἀποβλέπον εἰς ἀνατολὴν, ὁ καλούμενος Σύαγρος, ἐφ’ οἷ φρούριόν ἐστι τῆς χώρας καὶ λιμήν καὶ ἀποθήκη τοῦ συναγομένου λιβάνου· καὶ κατὰ τοῦτον ἐν τῷ πελάγει νῆσος, ἀνὰ μέσον τούτου καὶ τοῦ πέραν ἀκρωτηρίου τῶν Ἀρωμάτων, τῷ Συάγρῳ συνορίζουσα μᾶλλον, ἡ Διοσκορίδου καλουμένη, μεγίστη μὲν ἔρημος δὲ

281
καὶ κάθυγρος, ἔχουσα ποταμοὺς ἐν αὑτῇ καὶ κροκοδείλους καὶ ἐχίδνας πλείστας καὶ σαύρας ὑπερμεγέθεις, ὧν τὸ κρέας ἐσθίουσι τὸ δὲ λίπος τήκουσι καὶ ἀντʼ ἐλαίου χρῶνται· καρπὸν δὲ οὔτε ἀμπέλου οὔτε σιτικὸν ἡ νῆσος φέρει. Οἱ δʼ ἐνοικοῦντες αὐτὴν ὀλίγοι κατὰ μίαν πλευρὰν τῆς νήσου τὴν πρὸς ἀπαρκτίαν οἰκοῦσι, καθʼ ὃ μέρος ἀποβλέπει τὴν ἤπειρον· εἶσὶ δὲ ἐπίξενοι καὶ ἐπίμικτοι Ἀράβων τε καὶ Ἰνδῶν καὶ ἔτι Ἐλλήνων τῶν πρὸς ἐργασίαν ἐκπλεόντων. Φέρει δὲ ἡ νῆσος χελώνην τήν τε ἀληθινὴν καὶ χερσαίαν καὶ τὴν λευκὴν, πλείστην τε καὶ διάφορον τοῖς ὀστράκοις μείζοσι, τήν τε ὀρεινὴν ὑπερμεγέθη καὶ παχύτατον ὄστρακον ἔχουσαν, οὗ τὰ παρὰ τὴν κοιλίαν μέρη μὲν τομὴν οὐκ ἐπιδέχεται, καίπερ στερρότερα ὄντα· ὁλοτελῶς δὲ τὰ εὐχρηστοῦντα εἰς γλωσσόκομα καὶ πινακίδια καὶ μαγίδια καὶ τοιαύτην τινὰ γρύτην κατατέμνεται. Γίνεται δὲ ἐν αὐτῇ καὶ κιννάβαρι τὸ λεγόμενον Ἰνδικὸν, ἀπὸ τῶν δένδρῶν ὡς δάκρυ συναγόμενον.

31. Ὑποπίπτει μὲν οὖν, ὥςπερ ἡ Ἀζανία Χαριβαῆλι καὶ τῷ Μαφαρείτῃ τυράννῳ, καὶ ἡ νῆσος αὐτῷ τῷ βασιλεῖ τῆς λιβανωτοφόρου. Συνεχρήσαντο δὲ αὐτῇ καὶ ἀπὸ Μούζα τινὲς καὶ τῶν ἐκπλεόντων ἀπὸ Aιμυρικῆς καὶ Βαρυγάζων ὅσοι κατὰ τύχην εἰς αὐτὴν ἐπιβάλλοντες ὄρυζάν τε καὶ σῖτον καὶ ὀθόνην Ἰνδικὴν

282
ἀντικαταλλασσόμενοι καὶ σώματα θηλυκὰ διὰ σπάνιν ἐκεῖ προχωροῦντα, χελώνην ἀντεφορτίζοντο πλείστην· νῦν δὲ ὑπὸ τῶν βασιλέων ἡ νῆσος ἐκμεμίσθωται καὶ παραφυλάσσεται.

32. Μετὰ δὲ τὸν Σύαγρον κόλπος ἐστὶ συναφὴς ἐπὶ βάθος ἐνδύνων εἰς τὴν ἤπειρον, Ὄμανα, σταδίους ἔχων ἑξακοσίους τὸ διαπέραμα, καὶ μετʼ αὐτὸν ὑψηλὰ ὄρη πετρώδη καὶ ἀπόκοπα ἀνθρώπων ἐν σπηλαίοις κατοικούντων, ἐπὶ σταδίους ἄλλους πεντακοσίους, καὶ μετʼ αὐτοὺς ὅρμος ἀποδεδειγμένος τοῦ Σαχαλίτου λιβάνου πρὸς ἐμβολὴν, Μόσχα λιμὴν λεγόμενος, εἰς ἣν ἀπὸ Κανῆς συνήθως πλοῖα πέμπεταί τινα, καὶ παραπλέοντα ἀπὸ Λιμυρικῆς ἢ Bαρυγάζων ὀψινοῖς καιροῖς παραχειμάσαντα παρὰ τῶν βασιλικῶν πρὸς ὀθόνιον καὶ σῑτον καὶ ἔλαιον λίβανον ἀντιφορτίζουσι παῤ ὅλον τὸν Σαχαλίτην χώμασι κείμενον καὶ ἀφύλακτον, δυνάμει θεῶν τινὶ τοῦτον τὸν τόπον ἐπιτηρούντων· οὔτε γὰρ λάθρα οὔτε φανερῶς χωρὶς βασιλικῆς δώσεως εἰς πλοῖον ἐμβληθῆναι δύναται· κἂν χόνδρον τις ἄρῃ, οὐ δύναται πλεῦσαι τὸ πλοῖον ἀπὸ [τοῦ] λιμένος.

283

33. [Ἀπὸ δὲ Μόσχα] λιμένος ἐπʼ ἄλλους σταδίους ὡς χιλίους πεντακοσίους ἕως Ἀσὶχ ὄρος τῇ γῇ παρατείνει, καὶ κατὰ τὸ ἀπολῆγον αὐτοῦ μέρος ἑπτὰ νῆσοι πρόκεινται κατὰ τὸ ἑξῆς, αἱ Ζηνοβίου λεγόμεναι, μεθʼ ὃς ἄλλη παράκειται χώρα βάρβαρος οὐκ ἔτι τῆς αὐτῆς βασιλείας, ἀλλʼ ἤδη τῆς Περσίδος, ἣν ἀφʼ ὕψους παραπλέοντι ὡς σταδίους δισχιλίους ἀπὸ τῶν Ζηνοβίου συναντᾷ νῆσος Σαράπιδος λεγομένη, ἀπὸ σταδίων τῆς γῆς ὡσεὶ ἑκατὸν εἴκοσι. Ταύτης τὸ μὲν πλάτος ἐστὶν ὡσεὶ σταδίων διακοσίων, τὸ δὲ μῆκος ἑξακοσίων, οἰκεῖται δὲ κώμαις τρισὶ καὶ ἀνθρώποις ἱεροῖς Ἰχθυοφάγων· γλώσση δὲ Ἀραβικῇ χρῶνται καὶ περιζώμασι φύλλων κουκίνων. Ἔχει δὲ ἡ νῆσος χελώνην ἱκανὴν καὶ διάφορον· ἐξαρτίζοωσι δὲ εἰς αὐτὴν συνήθως οἱ ἀπὸ Κανῆς σκάφας καὶ ἐφόλκια.

34. Περικολπίζοντι δὲ τὴν ἐχομένην ἤπειρον εἰς

284
αὐτὴν τὴν ἄρκτον ἤδη περὶ τὴν εἰσβολὴν τῆς Περσικῆς θαλάσσης κεῖνται νῆσοι πλείονες, αἱ Καλαίου λεγόμεναι νῆσοι , σχεδὸν ἐπὶ σταδίους δισχιλίους παρατεταμμέναι τῇ χώρᾳ· πονηροὶ δὲ οἱ κατοικοῦντες αὐτὰς ἄνθρωποι καὶ ἡμέρας οὐ πολύ τι βλέποντες.

35. Περὶ δὲ τὴν ἐσχάτην κεφαλήν τῶν Καλαίου νήσων καὶ τὸ λεγόμενον Καλὸν ὄρος ἐκδέχεται μετʼ οὐ πολὺ τὸ στόμα τῆς Περσικῆς, καὶ πλεῖσται κολυμβήσεις εἰσὶ τοῦ πινικίου κόγχου. Τούτου δὲ τοῦ στόματος ἐκ τῶν εὐωνύμων ἐστὶν ὄρη μέγιστα λεγόμενα Ἀσαβῶν, ἐκ δὲ τῶν δεξιῶν ἄντικρυς ἀφορώμενον ἄλλο στρογγύλον ὑψηλὸν, τὸ Σεμιράμεως λεγόμενον, καὶ μέσος αὐτὸς ὁ διάπλους τοῦ στόματος ὡς σταδίους ἑξακοσίους, διʼ οὗ μέγιστος καὶ πλατύτατος εἰς τοὺς ἐσωτάτους τόπους ὁ Περσικὸς κόλπος ἀναχεῖται, καθʼ ὃν ἐν τοῖς ἐσχάτοις αὐτοῦ μέρεσιν ἐμπόριόν ἐστι νόμιμον, λεγόμενον

285
ἡ Ἀπολόγου, κειμένη κατὰ Πασίνου Χάρακα καὶ ποτάμον Εὐφράτην.

36. Παραπλεύσαντι δὲ τοῦτο τὸ στόμα τοῦ κόλπου μετὰ δρόμους ἓξ ἕτερον ἐμπόριόν ἐστι τῆς Περσίδος, τὰ λεγόμενα Ὄμανα. Ἐξαρτίζεται δὲ εἰς αὐτὴν συνήθως, ἀπὸ μὲν Βαρυγάζων εἰς ἀμφότερα ταῦτα τῆς Περσίδος ἐμπόρια πλοῖα μεγάλα χαλκοῦ καὶ ξύλων σανταλίνων καὶ δοκῶν καὶ κεράτων καὶ φαλάγγων σασαμίνων καὶ ἐβενίνων, εἰς δὲ τὰ Ὄμανα καὶ ἀπὸ Κανῆς λίβανος, καὶ ἀπ’ Ὀμάνων εἰς τὴν Ἀραβίαν ἐντόπια ῥαπτὰ πλοιάρια, τὰ λεγόμενα μαδάρα. Εἰσφέρεται δὲ ἀπὸ ἑκατέρων τῶν ἐμπορίων εἴς τε Βαρύγαζα καὶ εἰς Ἀραβίαν πινικὸν, πολὺ μὲν, χεῖρον δὲ

286
τοῦ Ἰνδικοῦ, καὶ πορφύρα καὶ ἱματισμὸς ἐντόπιος καὶ οἶνος καὶ φοῖνιξ πολὺς καὶ χρυσὸς καὶ σώματα.

37. Μετὰ δὲ τὴν Ὀμανιτικὴν χώραν ὁμοίως ἡ Παρσιδῶν παράκειται, βασιλείας ἑτέρας, καὶ κόλπος τῶν Τεράβδων λεγόμενος, οὗ κατὰ μέσον εἰς τὸν κόλπον [ἄκρα] παρανατείνει. Καὶ παῤ αὐτὸν ποταμός ἐστιν, ἔχων εἰσαγωγὴν πλοίοις, καὶ μικρὸν ἐπὶ τοῦ στόματος ἔμεπόριον Ὠραία λεγόμενον, καὶ κατὰ νώτου μεσόγειος πόλις, [ἀπ] έχουσα ὁδὸν ἡμερῶν ἑπτὰ ἀπὸ θαλάσσης, ἐν ᾗ καὶ βασιλεία ἡ λεγομένη ---. Φέρει δὲ ἡ χώρα σῖτον πολὺ καὶ οἶνον καὶ ὄρυζαν καὶ φοίνικα, πρὸς δὲ τὴν ἤπειρον οὐδὲν ἕτερον ἢ βδέλλαν.

38. Μετὰ δὲ ταύτην τὴν χώραν, ἤδη τῆς ἠπείρου διὰ τὸ βάθος τῶν κόλπων ἐκ τῆς ἀνατολῆς ὑπερκερώεης, ἐκδέχεται [τὰ] παραθαλάσσια μέρη τῆς Σκυθίας παῤ αὐτὸν κειμένης τὸν βορέαν, ταπεινὰ λίαν, ἐξ ὧν ποταμὸς Σίνθος, μέγιστος τῶν κατὰ τὴν Ἐρυθρὰν θάλασσαν ποταμῶν καὶ πλεῖστον ὕδωρ εἰς θάλασσαν ἐκβάλλων, ὥστε ἄχρι πολλοῦ καὶ πρὶν ἢ συμβάλῃ τῆ χώρᾳ εἰς

287
τὸ πέλαγος ἀπαντᾶν ἀπʼ αὐτοῦ λευκὸν ὕδωρ. Σημεῖον δὲ ἤδη τῆς περὶ αὐτὴν [τὴν] χώραν ἐπιβολῆς τοῖς ἐκ πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ἐκ τοῦ βάθους τῶν γὰρ ἐπάνω καὶ περὶ τὴν Περσίδα τόπων σημεῖόν ἐστιν αἱ λεγόμεναι γράαι. Ἑπτὰ δὲ οὗτος ὁ ποταμὸς ἔχει στόματα, λεπτὰ δὲ ταῦτα καὶ τεναγώδη, καὶ τὰ μὲν ἄλλα διάπλουν οὐκ ἔχει, μόνον δὲ τὸ μέσον, ἐφʼ οὗ καὶ παραθαλάσσιον ἐμπόριόν ἐστιν Βαρβαρικόν. Πρόκειται δὲ αὐτοῦ νησίον μικρὸν, καὶ κατὰ νώτου μεσόγειος ἡ μητρόπολις αὐτῆς τῆς Σκωθίας Μινναγάρ· βασιλεύεται δὲ ὑπὸ Πάρθων, συνεχῶς ἀλλήλους ἐνδιωκόντων.

39. Τὰ μὲν οὖν πλοῖα κατὰ τὴν Βαρβαρικὴν διορμίρεται διὰ τοῦ ποταμοῦ τῷ βασιλεῖ. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ἱματισμὸς ἁπλοῦς ἱκανὸς καὶ νόθος οὐ πολὺς, πολύμιτα καὶ χρυσόλιθον καὶ κοράλλιον καὶ στύραξ καὶ λίβανος καὶ ὑαλὰ σκεύη καὶ ἀργυρώματα καὶ χρῆμα, οἶνος δ οὐ πολύς. Ἀντιφορτίζεται δὲ κόστος, βδέλλα,

288
λύκιον, νάρδος καὶ καλλεανὸς λίθος καὶ σάπφειρος καὶ Σηρικὰ δέρματα καὶ ὀθόνιον καὶ νῆμα Σηρικὸν καὶ Ἰνδικὸν μέλαν. Ἀνάγονται δὲ καὶ αὐτοὶ οἱ πλέοντες μετὰ τῶν Ἰνδκῶν ---περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί· δυςεπίβολος μὲν, ἐπιφορώτερος δὲ ἐκείνων καὶ συντομώτερος ὁ πλοῦς.

40. Μετὰ δὲ τὸν Σίνθον ποταμὸν ἕτερός ἐστι κόλπος ἀθεώρητος παρὰ τὸν βορέαν· ὀνομάζεται δὲ Εἰρινὸν, ἐπιλέγεται δὲ ὁ μὲν μικρὸν ὁ δὲ μέγα· πελάγη δέ ἐστιν ἀμφότερα τεναγώδη καὶ δίνας ἐλαφρὰς ἔχοντα καὶ συνεχεῖς καὶ μακρὰς ἀπὸ τῆς γῆς, ὡς πολλάκις, τῆς ἠπείρου μηδὲ βλεπομένης, ἐποκέλλειν τὰ πλοῖα, ἐνδοτέρω δὲ προληφθέντα καὶ ἀπόλλυσθαι. Τούτου δὲ ὑπερέχει τοῦ κόλπου ἀκρωτήριον, ἐπικαμπὲς ἀπὸ τοῦ Εἰρίνου μετὰ τὴν ἀνατολὴν καὶ τὸν νότον ὡς εἰς τὴν

289
δύσιν, ἐμπεριλαμβάνον αὐτὸν τὸν κόλπον λεγόμενον Βαράκην, νήσους ἑπτὰ ἐμπεριειλημμένον, οὗ περὶ μὲν τὰς ἀρχὰς οἱ περιπεσόντες ὀλίγον ὀπίσω καὶ εἰς τὸ πέλαγος ἀναδραμόντες ἐκφεύγουσιν, οἱ δὲ εἰς αὐτὴν κατακλεισθέντες τὴν τοῦ Βαράκου κοιλίαν ἀπόλλυνται τὸ μὲν γὰρ κῦμα μέγα καὶ βαρὺ λίαν, ἡ δὲ θάλασσα ταραχώδης καὶ θολερὰ καὶ δίνας ἔχουσα καὶ ῥοώδεις εἰλίγγους. Ὁ δὲ βυθὸς ἔν τισι μὲν ἀπόκοπος ἔν τισι δὲ πετρώδης καὶ ἀπόξυρος, ὥστε τέμνεσθαι τὰς παρακειμένας ἀγκύρας διὰ ταχέων ἀποκοπτομένας, ἃς δὲ καὶ συντριβομένας ἐν τῷ βυθῷ. Σημεῖον δʼ αὐτῶν τοῖς ἀπὸ πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ὑπερμεγέθεις καὶ μέλανες ἐν γὰρ τοῖς μετὰ ταῦτα τόποις καὶ τοῖς περὶ Βαρύγαζα μικρότεροι καὶ τῷ χρώματι χλωροὶ καὶ χρυσίζοντες ὑπαντῶσιν.

41. Μετὰ δὲ τὸν Βαράκην εὐθύς ἐστιν ὁ Βαρυγάζων κόλπος καὶ ἡ ἤπειρος τῆς Ἀριακῆς χώρας, τῆς Μαμβάρου βασιλείας ἀρχὴ καὶ τῆς ὅλης Ἰνδικῆς οὖσα. Ταύτης τὰ μὲν μεσόγεια τῇ Σκυθίᾳ συνορίζοντα Ἀβηρία

290
καλεῖται, τὰ δὲ παραθαλάσσια Συραστρηνή. Πολυφόρος δὲ ἡ χώρα σίτου καὶ ὀρύζης καὶ ἐλαίου σησαμίνου καὶ βουτύρου καὶ καρπάσου καὶ τῶν ἐξ αὐτῆς Ἰνδικῶν ὀθονίων τῶν χυδαίων· βουκόλια δὲ ἐν αὐτῇ πλεῖστα καὶ ἄνδρες ὑπερμεγέθεις τῷ σώματι καὶ μέλανες τῇ χροιᾷ. Μητρόπολις δὲ τῆς χώρας Μιννάγαρα, ἀφʼ ἧς καὶ πλεῖστον ὀθόνιον εἰς Βαρύγαζα κατάγεται. Σώζεται δὲ ἔτι καὶ νῦν τῆς Ἀλεξάνδρου στρατιᾶς σημεῖα περὶ τοὺς τόπους, ἱερά τε ἀρχαῖα καὶ θεμέλιοι παρεμβολῶν καὶ φρέατα μέγιστα. Ὁ δὲ παράπλους ταύτης τῆς χώρας ἀπὸ τοῦ Βαρβαρικοῦ μέχρι τοῦ κατὰ Ἀστάκαπρα πέραν βαρυγάζων ἀκρωτηρίου, τῆς λεγομένης Παπικῆς, ἐστὶ σταδίων τριτχιλίων.