Anonymi (Arriani, ut fertur) periplus maris Erythraei

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

2. Τούτων ἐκ μὲν τῶν δεξιῶν ἀπὸ Βερνίκης συναφής ἐστιν ἡ Βαρβαρικὴ χώρα. Καὶ ἔστι τὰ μὲν παρὰ θάλασσαν Ἰχθυοφάγων [ἐν] μάνδραις ᾠκοδομημέναις ἐν στενώμασι σποράδην διοικούντων, τὰ δὲ μεσόγεια Βαρβάρων καὶ τῶν μετʼ αὐτοὺς Ἀγριοφάγων καὶ Μοσχοφάγων κατὰ τυραννίδα νεμομένων, οἷς ἐπίκειται κατὰ νώτου μεσόγειος ἀπὸ τῶν πρὸς δύσιν μερῶν [μητρόπολις λεγομένη Μερόη].

3. Μετὰ δὲ τοὺς Μοσχοφάγους ἐπὶ θαλάσσης μικρὸν ἐμπόριόν ἐστιν, ἀπέχον --- τὸ πέρας τῆς ἀνακομιδῆς σταδίους περὶ τετράκιςχιλίους, Πτολεμαῒς ἡ τῶν θηρῶν λεγομένη, ἀφʼ ἧς οἱ ἐπὶ Πτολεμαίων τῶν βασιλέων θηρευταὶ

259
ἐντὸς ἀνέβησαν. Ἔχει δὲ τὸ ἐμπόριον χελώνην ἀληθινήν καὶ χερσαίαν ὀλίγην καὶ λευκὴν μικροτέραν τοῖς ὀστράκοις· εὑρίσκεται δὲ ἐν αὐτῇ ποτὲ μὲν ἐλέφας ὀλίγος, ὅμοιος τῷ Ἀδουλιτικῷ. Ὁ δὲ τόπος ἀλίμενος καὶ σκάφαις μόνον τὴν ἀποδρομὴν ἔχων.

4. Μετὰ δὲ τὴν Πτολεμαΐδα τὴν τῶν θηρῶν ἀπὸ σταδίων ὡς τριςχιλίων ἐμπόριόν ἐστι νόμιμον ἡ Ἀδουλὶ, κείμενον ἐν κόλπῳ βαθεῖ κατ᾿ αὐτὸν τὸν νότον, οὖ πρόκειται νῆσος Ὀρεινὴ λεγομένη, τοῦ μὲν ἐσωτάτου κόλπου σταδίους ὡς εἰς πέλαγος ἀπέχουσα διακοσίους,

260
ἐξ ἀμφοτέρων [δὲ] τῶν μερῶν παρακειμένην ἔχουσα τὴν ἤπειρον, ἐν ᾗ νῦν ὁρμεῖ τὰ καταγόμενα πλοῖα διὰ τὰς ἐκ τῆς γῆς καταδρομάς. Πρῶτον μὲν γὰρ ὥρμει κατʼ αὐτὸν τὸν ἐσώτατον κόλπον ἐν τῆ Διοδώρου λεγο μένη νήσῳ παῤ αὐτήν τὴν ἤπειρον, ἐχούσῃ πεζῇ τὴν διάβασιν, διʼ ἧς οἱ κατοικοῦντες βάρβαροι κατέτρεχον τὴν νῆσον. Καὶ κατʼ αὐτὴν τὴν ἐν τῇ Ὀρεινῇ ἤπειρον ἀπὸ σταδίων εἴκοσι τῆς θαλάσσης ἐστὶν ἡ Ἀδουλὶ μari κώμη σύμμετρος, ἀφʼ ἧς εἰς μὲν Κολόην μεσόγειον πόλιν καὶ πρῶτον ἐμπόριον τοῦ ἐλέφαντος, ὁδός ἐστιν ἡμερῶν τριῶν. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν μετρόπολιν τῶν Aὐξωμιτῶν λεγομένων ἄλλων ἡμερῶν πέντε, εἰς ἣν ὁ πᾶς ἐλέφας ἀπὸ τοῦ πέραν τοῦ Νείλου φέρεται διὰ τοῦ λεγομένου Κυηνείου, ἐκεῖθεν δὲ εἰς Ἀδουλί, Τὸ μὲν οὖν ὅλον πλῆθος τῶν φονευομένων ἐλεφάντων ἢ ῥινοκερώτων περὶ τοὺς ἄνω νέμεται τόπους, σπανίως δέ ποτε καὶ ἐν τῷ παρὰ θάλασσαν περὶ αὐτὴν τὴν Ἀδουλὶ θεωροῦνται. Πρόκεινται δὲ τοῦ ἐμπορίου καὶ
261
κατὰ πέλαγος ἄλλαι νῆσοι μικραὶ ἐκ δεξιῶν ἀμμιναὶ πλείονες, Ἀλαλαίου λεγόμεναι, χελώνην ἔχουσαι τὴν εἰς τὸ ἐμπόριον φερομένην ὑπὸ τῶν Ἰχθυοφάγων.

5. Καὶ ἀπὸ σταδίων ὡςεὶ ὀκτακοσίων κόλπος ἕτερος βαθύτατος, οδ κατὰ τὴν εἰςβολὴν ἐν δεξιοῖς ἄμμος ἐστὶ πολλὴ κεχυμένη, καθʼ ἧς ἐν βάθει κεχωσμένος εὑρίσκεται ὁ ὀψιανὸς λίθος, ἐν ἐκείνῃ μόνῃ τοπικῶς γεν· νώμενος. Βαστλεύει δὲ τῶν τόπων τούτων ἀπὸ τῶν Μοσχοφάγων μέχρι τῆς ἄλλης Bαρβαρίας Ζωσκάλης, ἀκριβὴς μὲν τοῦ βίου καὶ τοῦ πλείονος ἐξεχόμενος, γενναῖος δὲ περὶ τὰ λειπὰ καὶ γραμμάτων Ἑλληνικῶν ἔμπειρος.

6. Προχωρεῖ δὲ εἰς τοὺς τόπους τούτους ἱμάτια βαρβαρικὰ ἄγναφα τὰ ἐν Aἰγύπτῳ γινόμενα, Ἀρσινοητιικαὶ στολαὶ καὶ ἀβόλλαι νόθοι χρωμάτιναι καὶ λέντια καὶ δικρόσσια καὶ λιθίας ὑαλῆς πλείονα γένη καὶ ἄλλης μορρίνης, τῆς γινομένης ἐν Διοςπόλει, καὶ ὀρείχαλκος,

262
ᾧ χρῶνται πρὸς κόσμον καὶ εἰς συγκοπὴν ἀντὶ νομίσματος, καὶ μελίεφθα χαλκᾶ εἴς τε ἕψησιν καὶ εἰς συγκοπτὴν ψελίων καὶ περισκελίδων τισὶ τῶν γυναικῶν, καὶ σίδηρος ὁ δαπανώμενος εἴς τε λόγχας πρὸς τοὺς ἐλέφαντας καὶ τὰ ἄλλα θηρία καὶ τοὺς πολέμους. Ὁμοίως δὲ καὶ πελύκια προχωρεῖ καὶ σκέπαρνα καὶ μάχαιραι καὶ ποτήρια χαλκᾶ στρογγύλα μεγάλα καὶ δηνάριον ὀλίγον πρὸς τοὺς ἐπιδημοῦντας καὶ οἶνος Λαδικηνὸς καὶ Ἰταλικὸς οὐ πολὺς καὶ ἔλαιον οὐ πολύ· τῷ δὲ βασιλεῖ ἀργυρώματα καὶ χρυσώματα τοπικῷ ῥυθμῷ κατεσκευασμένα καὶ ἱματίων ἀβόλλαι καὶ καυνάκαι ἁπλοῖ, οὐ πολλοῦ δὲ ταῦτα. Ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἔσω τόπων τῆς Ἀραβικῆς σίδηρος Ἰνδικὸς καὶ στόμωμα καὶ ὀθόνιον Ἰνδικὸν τὸ πλατύτερον, ἡ λεγομένη
263
μοναχὴ, καὶ σαγματογῆναι καὶ περιζώματα καὶ καυνάκαι καὶ μολόχινα καὶ σινδόνες ὀλίγαι καὶ λάκκος χρωμάτινος. Φέρεται δὲ ἀπὸ τῶν τόπων ἐλέφας καὶ χελώνη καὶ ῥινόκερως. Τὰ δὲ πλεῖστα ἐκ τῆς Αἰγύπτου φέρεται εἰς τὸ ἐμπόριον τοῦτο ἀπὸ μηνὸς Ἰανουαρίου μέχρι τοῦ Σεπτεμβρίου, ὅ ἐστιν ἀπὸ Τυβὶ ἕως Θώθ· εὐκαίρως δὲ ἀπὸ Αἰγύπτου ἀνάτονται περὶ τὸν Σεπτέμβριον μὴνα.

7. Ἤδη [δὲ] ἐπ᾿ ἀνατολὴν ὁ Ἀραβικὸς κόλπος διατείνει καὶ κατὰ τὸν Aὐαλίτην μάλιστα στενοῦται. Μετὰ δὲ σταδίους ὡςεὶ τετρακιςχιλίους, κατὰ τὴν αὐτήν ἤπειρον εἰς ἀνατολὴν πλεόντων, ἔστιν ἄλλα ἐμπόρια Βαρβαρικὰ, τὰ πέραν λεγόμενα, κείμενα μὲν κατὰ τὸ ἑξῆς ἀγκυροβολίοις δὲ καὶ σάλοις ἔχοντα τοὺς ὅρμους κατὰ καιροὸς ἐπιτηδείους. Πρῶτος μὲν ὁ λεγόμενος Aὐαλίτης, καθʼ ὃν καὶ στενώτατός ἐστιν ἀπὸ τῆς Ἀραβικῆς

264
εἰς τὸ πέραν διάπλους. Κατὰ τοῦτον τὸν τόπον μικρὸν ἐμπόριόν ἐστιν ὁ Aὐαλίτης, σχεδίαις καὶ σκάφαις εἰς τὸ αὐτὸ προςερχομένων. Προχωρεῖ δὲ εἰς αὐτήν ὑαλὴ λιθία σύμμικτος καὶ [χυλὸς] Διοςπολιτικῆς ὄμφακος καὶ ἱμάτια βαρβαρικὰ σύμμικτα γεγναμμέ καὶ σῖτος καὶ οἶνος καὶ κασσίτερος ὀλίγος. Φέρεται δʼ ἐξ αὐτῆς, ποτὲ καὶ τῶν βαρβάρων ἐπὶ σχεδίαις διαφερόντων εἰς τὴν ἀντικρὺς Ὄκηλιν καὶ Μούζα, ἀρώματα καὶ ἐλέφας ὀλίγος καὶ χελώνη καὶ σμύρνα ἐλαχίστη, διαφέρουσα δὲ τῆς ἄλλης. Ἀτακτότεροι δὲ κατοικοῦντες τὸν τόπον βάρβαροι.

8. Μετὰ δὲ τὴν Aὐαλίτην ἕτερον ἐμπόριόν ἐστι τούτου διαφέρον ἡ λεγομένη Μαλαὼ, πλοῦν ἀπέχουσα σταδίων ὡς ὀκτακοσίων· ὁ δὲ ὅρμος ἐπίσαλος, σκεπόμενος ἀκρωτηρίῳ τῷ ἐξ ἀνατολῆς ἀνατείνοντι· οἱ δὲ κατοικοῦντες εἰρηνικώτεροι. Προχωρεῖ δὲ εἰς τοῦτον τὸν τόπον τὰ προειρημένα καὶ πλείονες χιτῶνες, σάγοι Ἀρσινοητικοὶ γεγναμμένοι καὶ βεβαμμένοι καὶ ποτήρια· καὶ μελίεφθα ὀλίγα καὶ σίδηρος καὶ δηνάριον οὐ πολὺ, χρυσοῦν τε καὶ ἀργυροῦν. Ἐκφέρεται δὲ ἀπὸ τῶν, τόπων τούτων καὶ σμύρνα καὶ λίβανος ὁ περατικὸς ὀλίγος καὶ κασσία σκληροτέρα καὶ δούακα καὶ κάγκαμον

265
καὶ μάκειρ, τὰ εἰς Ἀραβίαν προχωροῦντα, καὶ σώματα σπανίως.

9."Ἀπὸ δὲ Μαλαὼ δύο δρόμοις ἐστὶν ἐμπόριον ἡ Μούνδου, ἐν ᾧ καὶ ἀσφαλέστερον ὁρμεῖ τὰ πλοῖα εἰς τὴν προκειμένην ἔγγιστα τῆς γῆς νῆσον. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα καὶ ἐκεῖθεν ὁμοίως ἐκφέρεται τὰ προειρημένα φορτία [καὶ] s θυμίαμα τὸ λεγόμενον μοκρότου. Οἱ δὲ κατοικοῦντες ἔμποροι σκληρότεροι.

10. Ἀπὸ δὲ τῆς Μούνδου, πλεόντων εἰς τήν ἀνατολὴν, ὁμοίως μετὰ δύο δρόμους ἢ τρεῖς, πλησίον κεῖται τὸ Μόσυλον ἐν αἰγιαλῷ δυςόρμῳ. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα γένη καὶ σκεύη ἀργυρᾶ, σιδηρᾶ δὲ ἐλάσσονα, καὶ λιθία, Ἐξάγεται δὲ ἀπὸ τῶν τόπων κασσίας χρῆμα πλεῖστον διὸ καὶ μειζόνων πλοίων χρῄζει τὸ ἐμπόριον καὶ ἄλλη εὐωδία καὶ ἀρώματα καὶ χελωνάρια ὀλίγα καὶ μοκρότου, ἧττον τοῦ Μουνδιτικοῦ, καὶ λίβανος ὁ περατικὸς, ἐλέφας δὲ καὶ σμύρνα σπανίως.

11. Ἀπὸ δὲ τοῦ Μοσύλλου μετὰ δύο δρόμους, παραπλεύσαντι τὸ λεγόμενον Νειλοπτολεμαῖον καὶ ταπατηγη

266
--- καὶ δαφνῶνα μικρὸν, ἀκρωτήριον Ἐλέφας· ποταμὸν δʼ ἔχει τὸν λεγόμενον Ἐλέφαντα καὶ δαφνῶνα μέγαν λεγόμενον Ἀκάνναι, ἐν ᾗ μονογενῶς λίβανος ὁ περατικὸς πλεῖστος καὶ διάφορος γίνεται.

12. Καὶ μετὰ ταύτην, τῆς γῆς ὑποχωρούσης εἰς τὸν νότον ἤδη, τὸ τῶν Ἀρωμάτων ἐμπόριον καὶ ἀκρωτήριον τελευταῖον τῆς Βαρβαρικῆς ἠπείρου πρὸς ἀνατολὴν ἀπόκοπον· ὁ δὲ ὅρμος ἐπίσαλος [καὶ] κατὰ καιροὺς ἐπικίνδωνος διὰ τὸ προσεχῆ τὸν τόπον εἶναι τῷ βορέᾳ. Σημεῖον δὲ τοῦ μέλλοντος χειμῶνος τοπικὸν τὸ τὸν βυθὸν θολερώτερον γίνεσθαι καὶ τὴν χρόαν ἀλλάσσειν. Τούτου δὲ γενομένου πάντες ἀποφεύγουσιν εἰς τὸ μέγα ἀκρωτήριον, τόπον καὶ σκέπην, τὸ λεγόμενον προχωρεῖ εἶτα εἰς λίβα ἡ χώρα ποταμοὺς ἔχεικτλ.

267
Τέβαι. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ὁμοίως τὰ προειρημένα· γίνεται δὲ τὰ ἐν αὐτῷ κασσία καὶ γίζειρ καὶ ἀσύφη καὶ ἄρωμα καὶ μάγλα καὶ μοτὼ καὶ λίβανος.

13. Ἀπὸ δὲ Τάβαι μετὰ σταδίους τετρακοσίους παραπλεύσαντι χερσόνησον, καθʼ ὃν τόπον καὶ ὁ ῥοῦς ἕλκει, ἕτερόν ἐστιν ἐμπόριον Ὀπώνη, εἰς ἣν καὶ αὐτὴν προχωρεῖ μὲν τὰ προειρημένα, τὸ δὲ πλεῖστον ἐν αὐτῇ γεννᾶται κασσία καὶ ἄρωμα καὶ μοτὼ καὶ δουλικὰ κρείσσονα, ἃ εἰς Aἴγυπτον προχωρεῖ μᾶλλον, καὶ χελώνη πλείστη καὶ διαφορωτέρα τῆς ἄλλης.

14. Πλεῖται δὲ εἰς πάντα ταῦτα τὰ τοῦ πέραν ἐμπόρια ἀπὸ μὲν Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὅ ἐστιν Ἐπιφί. Ἐξαρτίζεται δὲ συνήθως καὶ ἀπὸ τῶν ἔσω τόπων, τῆς Ἀριακῆς καὶ Βαρυγάζων, εἰς τὰ αὐτὰ τὰ τοῦ πέραν ἐμπόρια γένη προχωροῦντα ἀπὸ τῶν τόπων, σῖτος καὶ ὄρυζα καὶ βούτυρον καὶ ἔλαιον σησάμινον καὶ ὀθόνιον, ἥ τε μοναχὴ καὶ ἡ σαγματογήνη, καὶ περιζώματα καὶ μέλι τὸ καλάμινον τὸ λεγόμενον σάκχαρι. Καὶοἱ μὲν προηγουμένως εἰς ταῦτα τὰ ἐμπόρια πλέουσιν, οἱ δὲ [κατὰ] τὸν παράπλουν ἀντιφορτίζονται τὰ ἐμπεσόντα. Οὐ βασιλεύεται δὲ ὁ τόπος, ἀλλὰ τυράννοις ἰδίοις καθʼ ἕκαστον ἐμπόριον διοικεῖται.

15. Ἀπὸ δὲ Ὀπώνης τῆς ἀκτῆς εἰς τὸν νότον ὑποχωρούσης ἐπὶ πλεῖον, πρῶτα μέν ἐστι τὰ λεγομενα

268
μικρὰ Ἀπόκοπα καὶ μεγάλα τῆς Ἀζανίας --- διὰ ἀγκυροβολίων ποταμοὶ --- ἐπὶ δρόμους ἓξ παῤ αὐτὸν ἤδη τὸν λίβα εἶτα Αἰγιαλὸς καὶ μικρὸς καὶ μέγας ἐπʼ ἄλλους
269
δρόμους ἓξ καὶ μετʼ αὐτὸν κατὰ τὸ ἑξῆς οἱ τῆς Ἀζανίας δρόμοι, πρῶτον μὲν ὁ λεγόμενος Σαραπίωνος, εἶθʼ ὁ Νίκωνος, μεθʼ ὃν ποταμοὶ πλείονες καὶ ἄλλοι συνεχεῖς ὅρμοι, διῃρημένοι κατὰ σταθμοὺς καὶ δρόμους ἡμερησίους πλείονας, τοὺς πάντας ἑπτά, μέχρι Πυραλάων νήσων καὶ τῆς λεγομένης διώρυχος, ἀφʼ ἧς μικρὸν ἐπάνω τοῦ λιβὸς μετὰ δύο δρόμους νυχθημέρους παῤ
270
αὐτὴν τὴν δύσιν εἰτενηδιωμ --- Μενουθιὰς ἀπαντᾷ νῆσος ἀπὸ σταδίων τῆς γῆς ὡςεὶ τριακοσίων, ταπεινὴ καὶ κατάδενδρος, ἐν ᾗ καὶ ποταμοὶ καὶ ὀρνέων γένη πλεῖστα καὶ χελώνη ὀρεινή. Θηρίων δὲ οὐδὲν ὅλως ἔχει πλὴν κροκοδείλων· οὐδένα δὲ ἀνθρώπων ἀδικοῦσιν. Ἔστι δὲ ἐν αὐτῇ πλοιάρια ῥαπτὰ καὶ μονόξυλα, οἷς χρῶνται πρὸς ἁλίαν καὶ ἄγρον χελώνης. Ἐν δὲ ταύτῆ τῇ νήσῳ καὶ γυργάθοις αὐτὰς ἰδίως λινεύουσιν, ἀντὶ δικτύων καθιέντες αὐτοὺς περὶ τὰ στόματα τῶν προρράχων.

16. Ἀφʼ ἧς μετὰ δύο δρόμους τῆς ἠπείρου τὸ τελευταιότατον τῆς Ἀζανίας ἐμπόριον κεῖται, τὰ Ῥαπτὰ

271
λεγόμενα, ταύτην ἔχον τὴν προσωνυμίαν ἀπὸ τῶν προειρημένων ῥαπτῶν πλοιαρίων, ἐν ᾧ καὶ πλεῖστός ἐστιν ἐλέφας καὶ χελώνη. Μέγιστοι δὲ ἐν σώμασι περὶ ταύτην τὴν χώραν ἄνθρωποι ὁρατοὶ κατοικοῦσι καὶ κατὰ τόπον ἕκαστος ὁμοίως τιθέμενοι τυράννοις. Νέμεται δὲ αὐτὴν, κατά τι δίκαιον ἀρχαῖον ὑποπίπτουσαν τῇ βασιλεία τῆς πρώτης γινομένης Ἀραβίας, ὁ Μοφαρείτης τύραννος. Παρὰ δὲ τοῦ βασιλέως ὑπόφορον αὐτὴν ἔχουσιν οἱ ἀπὸ Μούζα, καὶ πέμπουσιν εἰς αὐτὴν ἐφόλκια τὰ πλείονα κυβερνήταις καὶ χρειακοῖς Ἄραψι χρώμενοι τοῖς καὶ συνήθειαν καὶ ἐπιγαμβρίαν ἔχουσιν ἐμπείροις τε οὖσε τῶν τόπων καὶ τῆς φωνῆς αὐτὼν.

17. Εἰσφέρεται δὲ εἰς τὰ ἐμπόρια ταῦτα προηγουμένως ἡ τοπικῶς ἐν Μούζα κατασκευαζομένη λόγχη καὶ πελύκια καὶ μαχαίρια καὶ ὀπήτια καὶ λιθίας ὑαλῆς πλείονα γένη, εἰς δέ τινας τόπους οἶνός τε καὶ σῑτος οὐκ ὀλίγος, οὐ πρὸς ἐργασίαν ἀλλὰ δαπάνης χάριν εἰς φιλανθρωπίαν τῶν βαρβάρων. Ἐκφέρεται δὲ ἀπὸ

272
τῶν τόπων ἐλέφας πλεῖστος ἥσσων δὲ τοῦ Ἀθουλιτικοῦ καὶ ῥινόκερως καὶ χελώνη διάφορος μετὰ τὴν Ἰνδικὴν καὶ ναύπλιος ὀλίγος.

18. Καὶ σχεδὸν τελευταιότατά ἐστι ταῦτα τὰ ἐμπόρια τῆς Ἀζανίας τῆς ἐν δεξιοῖς ἀπὸ Βερνίκης ἠπείρου· ὁ γὰρ μετὰ τούτους τοὺς τόπους ὠκεανὸς ἀνερεύνητος ὧν εἰς τὴν δύσιν ἀνακάμπτει καὶ τοῖς ἀπεστραμμένοις μέρεσι τῆς Αἰθιοπίας καὶ Λιβύης καὶ Ἀφρικῆς κατὰ τὸν νότον παρεκτείνων εἰς τὴν ἑσπέριον συμμίσγει θάλασσαν.

19. Ἐκ δὲ τῶν εὐωνύμων Βερνίκης ἀπὸ Μυὸς ὅρμου δυσὶ δρόμοις ἢ τρισὶν εἰς τὴν ἀνατολὴν διαπλεύσαντι τὸν παρακείμενον κόλπον ὅρμος ἐστὶν ἕτερος καὶ φρούριον, ὃ λέγεται Λευκὴ κώμη, διʼ ἧς [ὁδός] ἐστιν εἰς Πέτραν πρὸς Μάλιχον, βασιλέα Ναβαταίων. Ἔχει

273
δὲ ἐμπορίου τινὰ καὶ αὐτὴ τάξιν τοῖς ἀπὸ τῆς Ἀραβίας ἐξαρτιζομένοις εἰς αὐτὴν πλοίοις οὐ μεγάλοις. Διὸ καὶ εἰς αὐτήν καὶ παραλήπτης τῆς τετάρτης τῶν εἰσφερομένων φορτίων, καὶ παραφυλακῆς χάριν ἑκατοντάρχῆς μετὰ στρατεύματος ἀποστέλλεται.

20. Μετὰ δὲ ταύτην εὐθέως ἐστὶ συναφὴς Ἀραβικὴ χώρα, κατὰ μῆκος ἐπὶ πολὺ παρατείνουσα τῇ Ἐρυθρᾷ θαλάσσῃ. Διάφορα δὲ ἐν αὐτῇ ἔθνη κατοικεῖται, τινὰ μὲν ἐπὶ ποσὸν, τινὰ δὲ καὶ τελείως τῆ γλώσση διαλάσσοντα. Τούτων τὰ παρὰ θάλασσαν ὁμοίως Ἰχθυοφάγων μάνδραις διείληπται, τὰ δὲ ἐπάνω κατὰ κώμας καὶ νομαδίας οἰκεῖται πονηροῖς ἀνθρώποις διφώνοις, οἷς παραπίπτοντες ἀπὸ τοῦ μέσου πλόου οἱ μὲν διαρπάζονται, οἱ δὲ καὶ ἀπὸ ναυαγίων σωθέντες ἀνδραποδίζονται. Διὸ καὶ συνεχῶς ἀπὸ τῶν τυράννων καὶ βασιλέων τῆς Ἀραβίας αἰχμαλωτίζονται· λέγονται δὲ Κανρσῖται. Καθόλου μὲν οὖν οὗτος ὁ τῆς Ἀραβικῆς ἠπείρου παράπλους ἐστὶν ἐπισφαλὴς, καὶ ἀλίμενος ἡ χώρα καὶ δύσορμος καὶ ἀκάθαρτος ῥαχίαις καὶ σπίλοις ἀπρόσιτος καὶ κατὰ πάντα φοβερά. Διὸ καὶ εἰσπλέοντες τὸν μέσον πλοῦν κατέχομεν καὶ εἰς τὴν Ἀραβικήνχώραν μᾶλλον παροξύνομεν ἄχρι τῆς Κατακεκαυμένης νήσου, μεθʼ ἣν εὐθέως ἡμέρων ἀνθρώπων καὶ νομαδιαίων θρεμμάτων καὶ καμήλων συνεχεῖς [χῶραι].

21. Καὶ μετὰ ταύτας ἐν κόλπῳ τῷ τελευταιοτάτῳ τῶν εὐωνύμων τούτου τοῦ πελάγους ἐμπόριόν ἐστι νόμιμον παραθαλάσσιον Μούζα, σταδίους ἀπέχον τοὺς πάντας ἀπὸ Βερνίκης, παῤ αὐτὸν τὸν νότον πλεόντων,

274
ὡς εἰς μυρίους δισχιλίους. Τὸ μὲν ὅλον Ἀράβων ναυκληρικῶν ἐνθρώπων καὶ ναυτικῶν πλεονάζει καὶ τοῖς ἀπʼ ἐμπορίας πράγμασι κινεῖται· συγχρῶνται γὰρ τῇ τοῦ πέραν ἐργασίᾳ καὶ Βαρυγάζων ἰδίοις ἐξαρτισμοῖς.