Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Ἄμαστρις, Ὀξυάθρου μὲν ἱστορουμένη
  • θυγάτηρ ὑπάρχειν, ὡς λόγος, τοῦ Περσικοῦ,
  • τοῦ δ᾿ Ἡρακλείας γενομένη Διονυσίου
  • γυνὴ τυράννου.
  • Παρθένιος ---Οὗιος ὁ ποταμός
  • πλωτὸς καταφέρων ῥεῖθρον ἡσυχώτατον.
  • Ἐν δʼ αὐτῷ λόγος
  • Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον.
  • [Εἶτ᾿ ἔστιν] Ἡράκλεια, Βοιωτῶν κτίσις
  • καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων
  • κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος,
  • καθʼ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας.
  • Σαγγάριος ---Οὖτος ὁ ποταμός
  • ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγῶν [χθονός]
  • φερόμενος ἐξίησι διὰ τῆς Θυνίδος.