Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης,
  • οἱ γενόμενοι φυγάδες ὅρῶν Μιλησίων·
  • οὗτοι συνοικίζουσι δʼ αὐτήν, ἡνίκα
  • ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός.
  • Καταντικρὺ δὲ Καράμβεως ἐν τῇ πέραν
  • κεῖται μέγιστον
  • 237
  • ἀπότομον εἰς θάλατταν ὑψηλόν τʼ ὄρος,
  • Κριοῦ μέτωπον λεγόμενον,
  • νυχθήμερον πλοῦν ἀπέχον ἐκ Καράμβεως.
  • Ὧν δὴ τόπων [λέγουσιν] ἄρξαι Φινέα,
  • τὸν τοῦ Τυρίου Φοίνικος, ὕστέροισι δέ
  • χρόνοις κατελθεῖν ἐεξ Ἰωνίας στόλον
  • Μιλησίων κτίσαι τε ταύτας τὰς πόλεις,
  • ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν
  • ἐπὶ τεῶν τόπων κτίσασʼ ὁμώνυμον πόλιν