Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τὰ πάντα διαμείναντας ἀπταίστως ἔτη
  • ὡς ἑκατὸν ἐνενήκοντα πρὸς τοῖς εἴκοσι.
  • Μετὰ τὴν Ἰταλίαν εὐθὺς Ἰόνιος πόρος
  • κεῖται· καθήκοντες δὲ πρὸς τὴν εἰσβολήν
  • οἰκοῦσ᾿ Ἰάπυγες μεθʼ οὓς Οἰνώτριοι
  • Βρεντέσιον ἐπίνειόν τε τῶν Μεσσαπίων.
  • Πέραν δὲ τούτων ἔστʼ ὄρη Κεραύνια.
  • Μεσσαπίων δʼ οἰκοῦσιν, 9
  • 14 Ὀμβρικοί,
  • οὕς φασιν ἁβροδίαιτον αἱρεῖσθαι βίον
  • Λυδοῖσι βιοτεύοντας ἐμφερέστατα.
  • Εἶτ᾿ ἔστιν Ἀδριανὴ θάλαττα λεγομένη.
  • Θεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν,
  • ὡς δὴ συνισθμίζουσα πρὸς τὴν Ποντικήν
  • 212
  • νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας,
  • τούτων δὲ τὰς μὲν λεγομένας Ἀψυρτίδας
  • Ἠλεκτρίδας τε, τὰς δὲ καὶ Λιβυρνίδας.
  • Τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικόν
  • τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλῳ
  • ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντά τε