Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἀπὸ τοῦ ποταμοῦ Συβάριδος ὠνομασμένη
  • Σύβαρις, Ἀχαιῶν ἐπιφανὴς ἀποικία,
  • δέκα μυριάδας ἔχουσα τῶν ἀστῶν σχεδόν
  • περιουσία πλείστη τε κεχορηγημένη·
  • οἳ δὴ παρεξαρθέντες οὐκ ἀνθρωπίνως
  • αὔτανδρον ἐξέφθειραν ἐπιφανῆ πόλιν,
  • τἀγαθὰ τὰ λίαν μὴ μαθόντες εὖ φέρειν.
  • Λέγεται γὰρ αὐτοὺς μήτε τοῖς νόμοις ἔτι
  • τοῖς τοῦ Ζαλεύκου τἀκόλουθα συντελεῖν,
  • τρυφὴν δὲ καὶ ῤᾴθυμον ἑλομένους βίον
  • χρόνῳ προελθεῖν εἰς ὕβριν τε καὶ κόρον,
  • σπεῦσαι δὲ καὶ τὸν τῶν Ὀλυμπίων ὅπως
  • ἀγῶνα καταλύσωσι, τάς τε τοῦ Διός
  • ἀνέλωσι τιμὰς τῇδε τῇ παρευρέσει
  • ἁδρόμισθον Διὶ γυμνικόν τινʼ ἐπετέλουν
  • κατὰ τὸν χρόνον τὸν αὐτὸν Ἠλείοις, ἵνα
  • πᾶς τις πρὸς αὐτοὺς τοῖς ἐπάθλοις ἀγόμενος
  • 211
  • σπεύδοι καταντᾶν, ἀπολιπὼν τὴν Ἑλλάδα.
  • Κροτωνιᾶται πλησίον δὲ κείμενοι
  • κατὰ κράτος αὐτοὺς ἦραν ἐν βραχεῖ χρόνῳ