De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

52. Τὴν δὲ ἑξῆς χώραν τῶν Αἰθιόπων ἐπέχουσιν οἱ
144
[*](Diod.) καλούμενοι Κυνηγοὶ, σύμμετροι μὲν κατὰ τὸ πλῆθος, βίον δʼ οἰκεῖον ἔχοντες τῇ προσηγορία. Θηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας, καθεύδουσι μὲν ἐπὶ τῶν δένδρων διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον, ὑπὸ δὲ τὴν ἑωθινὴν πρὸς τὰς συρρύσεις τῶν ὑδάτων μεθʼ ὅπλων φοιτῶντες, ἑαυτοὺς ἀποκρύβουσιν εἰς τὴν ὕλην καὶ σκοπεύουσιν ἀπὸ τῶν δένδρων. Κατὰ δὲ τὸν τοῦ καύματος καιρὸν, ἐρχομένων βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων θηρίων πλήθους πρὸς τὸ ποτὸν, ταῦτα μὲν διὰ τὴν ὑπερβολὴν τοῦ τε καύματος καὶ δίψους λάβρον προσφέρεται τὸ ὑγρὸν, μέχρι ἂν ἐμπλησθῇ, οἱ δʼ Αἰθίοπες, γινομένων αὐτῶν βαρέων καὶ δυσκινήτων, καταπηδῶντες ἀπὸ τῶν δένδρων καὶ χρώμενοι ξύλοις πεπυρακτωμένοις καὶ λίθοις, ἔτι δὲ τοξεύμασι ῥᾳδίως καταπονοῦσι. Κατὰ δὲ συστήματα ταύταις χρώμενοι ταῖς κυνηγίαις, σαρκοφαγοῦσι τὰ ληφθέντα, καὶ σπανίως μὲν ὑπὸ τῶν ἀλκιμωτάτων ζῴων αὐτοὶ διαφθείρονται, τὰ δὲ πολλὰ δόλῳ τὴν ἐκ βίας ὑπεροχὴν χειροῦνται. Ἐὰν δέ ποτε τῶν κυνηγουμένων ζῴων σπανίζωσι, τὰς δορὰς τῶν πρότερον εἰλημμένων βρέξαντες ἐπιτιθέασιν ἐπὶ πῦρ ἁπαλόν· σποδίσαντες δὲ τὰς τρίχας, τὰ δέρματα διαιροῦσι, καὶ κατεσθίοντες βεβιασμένους ἀναπληροῦσι τὴν ἔνδειαν. Τοὺς δὲ ἀνήβους παῖδας γυμναζουσιν ἐπὶ σκοπὸν βάλλειν, καὶ μόνοις διδόασι τροφὴν τοῖς ἐπιτυχοῦσι διὸ καὶ θαυμαστοὶ ταῖς εὐστοχίαις ἄνδρες γίνονται, κάλλιστα διδασκόμενοι ταῖς τοῦ λιμοῦ πληγαῖς.
53. Ὅτι μετὰ τοὺς εἰρημένους, πολὺ τούτων ἀφε-
145
[*](Phot.) στῶτες καὶ πρὸς ἐσπέραν μᾶλλον ἀνατείνοντες, εἰσὶν οἳ ἐκ τῆς τῶν ἐλεφάντων θήρας τὸν βίον ποιοῦνται. Οἱ μὲν ἀπὸ δένδρου, ἐφ᾿ ᾧ κάθηνται, σκοποῦντες τὰς παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβόμενοι, τοῖς ποσὶ δὲ πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὃν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνὺν, πυκναῖς ταῖς πληγαῖς χρώμενσι, νευροκοποῦσιν, οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέροντες, τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες, ὡς ἄθλου προκειμένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι χρὴ ἢ τελευτᾶν,
146
[*](Phot.) ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος. Ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θηρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντος θάνατον.