De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

51. Ἐχόμενοι δὲ τούτοις εἰσὶν οἵ τε Ὑλοφάγοι καὶ Σπερματοφάγοι καλούμενοι. Τούτων δʼ οἱ μὲν ὑπὸ τὴν θερείαν τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων ὄντα πολὺν ἀθροίζοντες ἀπόνως διατρέφονται, κατὰ δὲ τὸν ἄλλον καιρὸν τῆς βοτάνης τῆς ἐν ταῖς σκιαζομέναις
143
[*](Diod.) συναγκείαις φυομένης προσφέρονται τὴν προσηνεστάτην· στερεὰ γὰρ οὖσα τὴν φύσιν καὶ καυλὸν ἔχουσα παραπλήσιον ταῖς γινομέναις βουνιάσιν ἐκπληροῖ τὴν τῆς ἀναγκαίας τροφῆς ἔνδειαν. Οἱ δὲ ὑλοφάγοι μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰς νομὰς ἐξιόντες ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα, καὶ τοὺς ἁπαλοὺς τῶν ἀκρεμόνων προσφέρονται· τοιαύτην δʼ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπʼ ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες, ὥστε ἄπιστον εἶναι τὸ γινόμενον· καὶ γὰρ μεταπηδῶσιν ἀπὸ ἑτέρου ἐφʼ ἕτερον δένδρον ὁμοίως τοῖς ὀρνέοις, καὶ τὰς ἀναβάσεις ἐπὶ τῶν λεπτοτάτων κλάδων ποιοῦνται χωρὶς κινδύνων. Ἰσχνότητι γὰρ σώματος καὶ κουφότητι διαφέροντες, ἐπειδὰν τοῖς ποσὶ σφάλλωνται, ταῖς χερσὶν ἀντιλαμβάνονται· κὰν τύχωσι πεσόντες ἀφʼ ὕψους, οὐδὲν πάσχουσι διὰ τὴν κουφότητα. Καὶ πάντα δὲ κλάδον ἔγχυλον τοῖς ὀδοῦσι κατεργαζόμενοι πέττουσιν εὐκόπως ταῖς κοιλίαις. Οὗτοι δʼ ἀεὶ βιοῦσι γυμνοὶ μὲν ἐσθῆτος, κοιναῖς δὲ χρώμενοι γυναιξίν· ἀκολούθως δὲ καὶ τοὺς γεννηθέντας παῖδας κοινοὺς ἡγοῦνται. Διαπολεμοῦσι δὲ πρὸς ἀλλήλους περὶ τῶν τόπων ῥάβδοις ὡπλισμένοι, καὶ ταύταις ἀμυνόμενοι τοὺς ἐναντίους διασπῶσι τοὺς χειρωθέντας. Τελευτῶσι δʼ αὐτῶν οἱ πλεῖστοι λιμῷ καταπονηθέντες, ὅταν τῶν ὀμμάτων ἀπογλαυκωθέντων τὸ σῶμα στεῥηθῇ τῆς ἀναγκαίας ἐκ ταύτης τῆς αἰσθήσεως χρείας.
52. Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς
144
[*](Phot.) ἐγχωρίοις λεγόμενοι Κυνηγέται. Οὗτοι διὰ τὴν τῶν θηρίων φορὰν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δένδρεσι σκηνοῦσιν ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. Εἰσὶ καὶ τοξείας ἐπιστήμονες. Ἑπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν προτεθηραμένων τὴν ἔνδειαν ἀναπληροῦσι, βρέξαντες τὰς βύρσας καὶ ἐπʼ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδίσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες.