De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

37. Ποτῷ δὲ πολὺ θαυμασιωτέρῳ χρῶνται. Ἐπὶ μὲν γὰρ τέτταρας ἡμέρας πρὸς ταῖς θήραις γίνονται, καὶ πρὸς ᾠδαῖς ἀνάρθροις καὶ πρὸς ταῖς συνουσίαις ταῖς παιδιᾶς χάριν γινομέναις, ὑπʼ οὐδενὸς περισπώμενοι, διὰ τὴν εὐκοπίαν τῆς τροφῆς τῆς δὲ πέμπτης ἐπιλαβούσης ἐξορμῶσιν εἰς τὴν ὑπώρειαν ποτοῦ χάριν εἰς τὰς συρρύσεις τῶν νομάδων, πρὸς αἷς καὶ τὰ κτήνη ποτίζουσιν.
37. Τῆς δʼ ὑγρᾶς παράδοξον ἔχουσι καὶ παντελῶς ἀπιστουμένην τὴν χρῆσιν. Ταῖς μὲν γὰρ θήραις προσκαρτεροῦσιν ἐφ᾿ ἡμέρας τέτταρας, εὐωχούμενοι πανδημεὶ μεθʼ ἱλαρότητος καὶ ταῖς ἀνάρθροις ᾠδαῖς ἀλλήλους ψυχαγωγοῦντες· πρὸς δὲ τούτοις ἐπιμίσγονται τότε ταῖς γυναιξὶν αἷς ἂν τύχωσι παιδοποιίας ἕνεκα, πάσης ἀσχολίας ἀπολελυμένοι διὰ τὴν εὐκοπίαν καὶ τὴν ἑτοιμότητα τῆς τροφῆς· τῇ δὲ πέμπτῃ πρὸς ὑπώρειαν ἐπείγονται πανδημεὶ ποτοῦ χάριν, ἔνθα συρρύσεις γλυκέων ὑδάτων εἰσὶ, πρὸς αἷς οἱ νομάδες τὰς ἀγέλας τῶν θρεμμάτων ποτίζουσιν.