De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

35. Ἐνίοτε δὲ τηλικοῦτον ἐκ τοῦ πελάγους εἰς τὴν χέρσον κυλινδεῖται κῦμα καὶ τὰς ῥαχίας ἐφʼ ἡμέρας πολλὰς κατακλύζει λάβρον, ὥστε μηδένα δύνασθαι τοῖς τόποις προςεγγίζειν. Διόπερ κατὰ τούτους τοὺς καιροὺς σπανίζοντες τροφῆς, τὸ μὲν πρῶτον τοὺς κόγχους συλλέγουσι, τηλικούτους τὸ μέγεθος ὧν εὑρίσκονταί τινες τετραμναῖοι· τὰ μὲν γὰρ κύτη συντρίβουσι λίθους εὐμεγέθεις ἐμβάλλοντες, τὴν δʼ ἐντὸς σάρκα κατεσθίουσιν ὠμὴν, τῆς γεύσεως οὔσης παρεμφεροῦς τοῖς ὀστρέοις. Ἐπὰν δ᾿ διὰ τὴν συνέχειαν τῶν πνευμάτων ἐπὶ πλείονα χρόνον πληθύειν συμβαίνῃ τὸν Ὠκεανὸν, καὶ τὴν εἰωθυῖαν θήραν τῶν ἰχθύων ἐκκλείσῃ τὸ τῆς περιστάσεως ἀδύνατον, ἐπὶ τοὺς κόγχους, ὡς εἴρηται, τρέπονται· εἰ δὲ ἡ ἐκ τῶν κόγχων τροφὴ σπανίζει, καταφεύγουσιν ἐπὶ τὸν τῶν ἀκανθῶν σωρόν. Ἐκ
133
[*](Diod.) τούτου γὰρ ἐκλέγοντες τὰς ἐγχύλους καὶ προσφάτους τῶν ἀκανθῶν διαιροῦσι κατʼ ἄρθρον, καὶ τὰς μὲν αὐτόθεν τοῖς ὁδοῦσι κατεργάζονται, τὰς δὲ σκληρὰς λίθοις θραύοντες καὶ προϋπεργαζόμενοι κατεσθίουσι, παραπλησίαν διάθεσιν ἔχοντες τοῖς φωλεύουσι τῶν θηρίων. Τῆς μὲν οὖν ξηρᾶς τροφῆς τὸν εἰρημένον τρόπον εὐποροῦσι.
36. Εἱ δέ ποθʼ ἐκατέρα αὐτοὺς σίτησις ἐπιλείψει, ἀπὸ παντὸς τοῦ τῶν ἀκανθῶν σωροῦ τὰς ἐγχύμους αὐτῶν καὶ προσφάτους ἐπιλέγοντες ἀφαιροῦσι κατʼ ἄρθρον, κἄπειτα τὰς μὲν κόπτοντες ἐπὶ πετρώδους τόπου, ἃς δὲ κατεργαζόμενοι διὰ τῶν ὀδόντων, τοῖς φωλεύουσι τῶν θηρίων τὴν αὐτὴν διάθεσιν λαμβάνουσι.