Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

(21) Ἐνθερίσαι μὲν ἡ πόλις οἵα βελτίστη· τό τε γὰρ ὕδωρ πολὺ ἔχει καὶ ψυχρὸν καὶ κήπους· ἔτι δʼ εὐήνεμός ἐστι καὶ χλωρὰν ἔχουσα τὴν πρόσοψιν. ἐχόπωρός τε καὶ τοῖς θερινοῖς ὠνίοις ἄφθονος· ἄξυλος δὲ καὶ ἐγχειμάσαι οἵα χειρίστη διά τε τοὺς ποταμοὺς καὶ τὰ πνεύματα· καὶ γὰρ νίφεται καὶ πηλὸν ἔχει πολύν.

104
(22) Οἱ στύχοι Λάωνος γράφει δʼ ἐπαινῶν αὐτοὺς καὶ οὐ λέγων τὴν ἀλήθειαν· μοιχὸς γὰρ ἁλοὺς ἀφείθη μικροῦ διαφόρου τὸν ἀδικηθέντα ἐξαγοράσας·
  • Βοιωτὸν ἄνδρα στέργε, τὴν θοιωτίαν
  • μὴ φεῦγʼ· ὁ μὲν γὰρ χρηστὸς, ἡ δʼ ἐφίμερος.
  • 23. Ἐντεῦθεν εἰς Ἀνθηδόνα στάδια ρξ΄· ὁδὸς πλαγία· ἁμαξήλατος διʼ ἀγρῶν πορεία. Ἡ δὲ πόλις οὐ μεγάλη τῷ μεγέθει, ἐπʼ αὐτῆς τῆς Εὐβοῖκῆς κειμένη θαλάττης· τὴν μὲν ἀγορὰν ἔχουσα κατάδενδρον πᾶσαν, στοαῖς ἀνειλημμένην διτταῖς. Αὕτη δὲ εὔοινος, εὔοψος, σίτων σπανίζουσα διὰ τὸ τὴν χώραν εἶναι λυπράν.

    (24) Οἱ δʼ ἐνοικοῦντες σχεδὸν πάντες ἁλιεῖς, ἐπ᾿ ἀγκίστρων καὶ ἰχθύων, ἔτι δὲ καὶ πορφύρας καὶ σπόγγων τὸν βίον ἔχοντες, ἐν αἰγιαλοῖς τε καὶ φύκει καὶ καλύβαις καταγεγηρακότες· πυρροὶ ταῖς ὄψεσι πάντες τε λεπτοὶ, τὰ δʼ ἄκρα τῶν ὀνύχων καταβεβρωμένοι, ταῖς κατὰ θάλατταν ἐργασίαις προσπεπονθότες, πορθμεῖς οἱ πλεῖστοι καὶ ναυπηγοὶ, τὴν δὲ χώραν οὐχ οἷον ἐργαζόμενοι, ἀλλ᾿ οὐδὲ ἔχοντες, αὑτοὺς φάσκοντες ἀπογόνους εἶναι Γλαύκου τοῦ θαλασσίου, ὃς ἁλιεὺς ἦν ὁμολογουμένως.

    (25) Ἡ μὲν οὖν Βοιωτία τοιαύτη· αἱ γὰρ Θεσπιαὶ φιλοτιμίαν μὲν ἔχουσι μόνον ἀνδρῶν καὶ ἀνδριάντας εὖ πεποιημένους, ἄλλο οὐδέν. Ἱστοροῦσι δʼ οἱ Βοιωτοὶ τὰ κατʼ αὐτοὺς ὑπάρχοντα ἴδια ἀκληρήματα λέγοντες ταῦτα· τὴν μὲν αἰσχροκέρδειαν κατοικεῖν ἐν Ὠρωπῷ, τὸν δὲ φθόνον ἐν Τανάγρᾳ, τὴν φιλονεικίαν ἐν Θεσπιαῖς, τὴν ὕβριν ἐν Θήβαις, τὴν πλεονεξίαν ἐν Ἀνθηδόνι, τὴν περιεργίαν ἐν Κορωνεία, ἐν Πλαταιαῖς τὴν ἀλαζονείαν, τὸν πυρετὸν ἐν Ὀγχηστῷ, τὴν ἀναισθησίαν ἐν Ἁλιάρτῳ. Τάδʼ ἐκ πάσης τῆς Ἑλλάδος

    105
    ἀκληρήματα εἰς τὰς τῆς Βοιωτίας πόλεις κατερρύη. Ὁ στίχος Φλερεκράτους·
  • Ἄνπερ φρονῇς εὖ, φεῦγε τὴν Βοιωτίαν.
  • Ἡ μὲν οὖν τῶν Βοιωτῶν χώρα τοιαύτη.
  • 26. Ἐξ Ἀνθηδόνος εἰς Χαλκίδα στάδια ο΄· μέχρι τοῦ Σαλγανέως ὁδὸς παρὰ τὸν αἰγιαλὸν λεία τε πᾶσα καὶ μαλακή· τῂ μὲν καθήκουσα εἰς θάλατταν, τῇ δὲ ὄρος οὐχ ὑψηλὸν μέν ἔχουσα, λάσιον δὲ καὶ ὕδασι πηγαίοις κατάρρυτον.

    (27) Ἡ δὲ τῶν Χαλκιδέων πόλις ἐστὶ μὲν σταδίων ο΄, μείζων τῆς ἐξ Ἀνθηδόνος εἰς αὐτὴν φερούσης ὁδοῦ· γεώλοφος δὲ πᾶσα καὶ σύσκιος, ὕδατα ἔχουσα τὰ μὲν πολλὰ ἁλυκὰ, ἓν δʼ ἡσυχῆ μέν ὑπόπλατυ, τῇ δὲ χρεία ὑγιεινὸν καὶ ψυχρὸν, τὸ ἀπὸ τῆι κρήνης τῆς 1καλουμένης Ἀρεθούσης ῥέον ἱκανὸν, ὡς δυναμένης παρέχειν τὸ ἀπὸ τῆς πηγῆς νᾶμα πᾶσι τοῖς τὴν πόλιν κατοικοῦσι.

    (28) Καὶ τοῖς κοινοῖς δὲ ἡ πόλις διαφόρως κατεσκεύασται γυμνασίοις, στοαῖς, ἱεροῖς, θεάτροις, γραφαῖς, ἀνδριάσι, τῇ ἀγορᾷ κειμένη πρὸς τὰς τῶν ἐργασιῶν χρείας ἀνυπερβλήτως.

    (29) Ὁ γὰρ ἀπὸ τοῦ τῆς Βοιωτίας Σαλγανέως καὶ τῆς τῶν Εὐβοέων θαλάττης βοῦς εἰς τὸ αὐτὸ συμβάλλων κατὰ τὸν Εὔριπον φέρεται παῤ αὐτὰ τὰ τοῦ λιμένος τείχη, καθʼ ὃ συμβαίνει τὴν κατὰ τὸ ἐμπόριον εἶναι πύλην, ταύτης δʼ ἔχεσθαι τὴν ἀγορὰν πλατεῖάν τε οὖσαν καὶ στοαῖς τρισὶ συνειλημμένην. Σύνεγγυς οὖν κειμένου τῆς ἀγορᾶς τοῦ λιμένος καὶ ταχείας τῆς ἐκ τῶν πλοίων γινομένης τῶν φορτίων ἐκκομιδῆς, πολὺς ὁ καταπλέων ἐστὶν εἰς τὸ ἐμπόριον. Καὶ γὰρ ὁ Εὔριπος δισσὸν ἔχων τὸν εἴσπλουν ἐφέλκεται τὸν ἔμπορον εἰς τὴν πόλιν.

    (30) Ἡ δὲ χώρα πᾶσα αὐτῶν ἐλαιόφυτος, ἀγαθὴ δὲ καὶ ἡ θάλαττα. Οἱ δ᾿ ἐνοικοῦντες Ἕλληνες οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ φωνῇ· τῶν μαθημάτων ἐντός· φιλαπόδημοι· γραμματικοί· τὰ προσπίπτοντα ἐκ τῆς πατρίδος δυσχερῆ γενναίως φέροντες· δουλεύοντες

    106
    γὰρ πολὺν ἤδη χρόνον, τοῖς δὲ τρόποις ὄντες ἐλεύθεροι, μεγάλην εἰλήφασιν ἕξιν τοῦ φέρειν ῥᾳθύμως τὰ προσπίπτοντα. Ὁ στίχος Φιλίσκου·
  • Χρηστῶν σφόδῤ ἐστὶ Χαλκὶς Ἑλλήνων πόλις.
  • Ὅτι τὸ καλούμενον Πήλιον ὄρος μέγα τ᾿ ἐστὶ καὶ ὑλῶδες, δένδρα ἔχον τοσαῦτα καρποφόρα, ὅσα καὶ τὰς τῶν γεωργουμένων συμβαίνει χώρας. Τοῦ δʼ ὄρους ἡ μεγίστη καὶ λασιωτάτη ῥίζα τῆς πόλεως κατὰ μέν πλοῦν ἀπέχει στάδια, πεζῇ δὲ κ΄.

    (2) Πᾶν δ᾿ ἐστὶ τὸ ὄρος μαλακὸν, γεώλοφόν τε καὶ πάμφορον· ὕλης δʼ ἐν αὐτῷ πᾶν φύεται γένος· πλείστην δʼ ὀξύην ἔχει καὶ ἐλάτην, σφένδαμνόν τε καὶ ζυγίαν, ἔτι δὲ κυπάρισσον καὶ κέδρον· ἔστι δʼ ἐν αὐτῶ καὶ ἄνθη, τά τε ἄγρια καλούμενα λείρια καὶ λυχνῖδες.

    (3) Γίνεται δʼ ἐν αὐτῷ καὶ βοτάνη ἐν τοῖς χερσώδεσι μάλιστα χωρίοις καὶ ῥίζα δένδρου, ἥτις τῶν ὄφεων δήγματα δοκεῖ ἀπέχειν ἐπικίνδυνα· τοὺς μὲν ἐκ τῆς χώρας ἐν ᾗ πέφυκε τῇ δσμῇ μακρὰν ἀπελαύνει, τοὺς δʼ ἐγγίσαντας ἀχρειοῖ, κάρον καταχέουσα, τοὺς δʼ ἁψαμένους αὐτῆς ἀναιρεῖ τῇ ὀσμῇ·

    (4) τοιαύτην τὴν δύναμιν ἔχει,

    107
    τοῖς δʼ ἀνθρώποις ἡδεῖα καταφαίνεται· τῆ τοῦ θύμου γάρ ἐστιν ἀνθοῦντος ὀσμῇ παραπλησία, τοὺς δὲ δνχθέντας ὑφ᾿ οὑποτοῦν ὄφεως ἐν οἴνῳ δοθεῖσα ὑγιάζει.

    (5) Φύεται δʼ ἐν τῷ ὄρει καὶ καρπὸς ἀκάνθης, ταῖς λευκαῖς παραπλήσιος μύρτοις· ὃν ὅταν τις τρίψας ἐλαίῳ καταχρίσαι τὸ σῶμα, τοῦ μεγίστου χειμῶνος οὐ λαμβάνει τὴν ἐπαίσθησιν ἢ πάνυ βραχεῖαν, οὐδὲ ἐν τῷ θέρει τοῦ καύματος, κωλύοντος τοῦ φαρμάκου τῆ αὐτοῦ πυκνώσει τὸν ἔξωθεν ἀέρα καταμάθοις διϊκνεῖσθαι τοῦ σώματος.

    (6) Σπάνιος δʼ ἐστὶν ὁ καρπὸς οὗτος καὶ ἐν φάραγξι καὶ ἐν τόποις φυόμενος ἀποκρήμνοις, ὥστε μόλις μέν εὑρεῖν, ἂν δʼ εὕρῃ τις, μὴ εὐχερῶς δύνασθαι λαβεῖν, ἂν δʼ ἐπιχειρῇ λαμβάνειν, κινδυνεύειν ἀπὸ τῶν πετρῶν κατακυλισθέντα διαφθαρῆναι. Μένει δʼ ἡ δύναμις ἕως ἐνιαυτοῦ, χρονισθεῖσα δʼ ἀπόλλυσι τὴν ἑαυτῆς ἐνέργειαν.

    7. Ποταμοὶ δὲ διὰ τοῦ ὄρους ῥέουσι δύο, Κραυσίνδων τε καλούμενος καὶ Βρύχων· ὁ μέν τοὺς ὑπὸ ταῖς τοῦ Πηλίου --- γεωργουμένους κειμένους ἀρδεύων ἀγροὺς, ὁ δὲ παραρρέων μὲν τὸ τῆς Πηλαίας ἄλκος, ἐκβάλλων δὲ εἰς θάλασσαν.

    (8) Ἐπ᾿ ἔκρας δὲ τῆς τοῦ ὄρους κορυφῆς σπηλαῖόν ἐστι τὸ καλούμενον Χειρώνιον, καὶ Διὸς ἀκραίου ἱερὸν, ἐφ᾿ δ κατὰ κυνὸς ἀνατολήν κατὰ τὸ ἀκμαιότατον καῦμα ἀναβαίνουσι τῶν πολιτῶν οἱ ἐπιφανέστατοι καὶ ταῖς ἡλικίαις ἀκμάζοντες, ἐπιλεχθέντες ἐπὶ τοῦ ἱερέως, ἐνεζωσμένοι κώδια τρίποκα καινά· τοιοῦτον συμβαίνει ἐπὶ τοῦ ὄρους τὸ ψῦχος εἶναι.

    (9) Τοῦ δὲ ὄρους ἡ μὲν μία πλευρὰ παρά τε τὴν Μαγνησίαν καὶ τὴν Θεσσαλίαν παρήκει, πρός τε ζέφυρον καὶ ἡλίου δύσιν ἐστραμμένη· ἡ δʼ ἐπὶ τὸν Ἄθω καὶ τὸν Μακεδονικὸν ἐπικεκλημένον κόλπον, πλαγίαν ἔχουσα πᾶσαν καὶ τραχεῖαν τὴν εἰς τὴν Θεσσαλίαν ἐστραμμένην χώραν.

    (10) Τὸ δὲ ὄρος πολυφάρμακόν τέ ἐστι

    108
    καὶ πολλὰς ἔχον καὶ παντοδαπὰς δυνάμεις τάς τε ὄψεις αὐτῶν γινώσκουσι καὶ χρῆσθαι δυναμένοις· μίαν δέ τινα [ἥτις] ἔχει [ἄλλας] καὶ ἔλλας δυνάμεις ἀνομοίου. Φύεται δὲ τὸ δένδρον τῷ μεγέθει μὲν οὐ πλέον ἢ πήχεος τοῦ ὑπέρ γῆς φαινομένου, τῇ δὲ χρόᾳ μέλαν· ἡ δέ ῥίζα ἕτερον τοσοῦτόν ἐστι κατὰ γῆς πεφυκυῖα.