Descriptio Graeciae
Heraclides, Criticus
Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
(11) Τούτου δὲ ἡ μὲν ῤίζα τριφθεῖσα λεῖα καὶ καταπλασθεῖσα τῶν ποδαγρώντων τοὺς πόνους ἀφίστησι καὶ κωλύει τὰ νεῦρα φλεγμαίνειν· ὁ δὲ φλοιὸς λειανθεὶς καὶ μετʼ οἴνου πο. θεὶς τοὺς κοιλιακοὺς ὑγιαίνει· τὰ δὲ φύλλα τριφθέντα καὶ ἐγχρισθέντα εἰς ὀθόνιον, τῶν ὀφθαλμιώντων καὶ ὑπὸ τοῦ ῥεύματος κατατεινομένων καὶ κινδυνευόντων ῥαγῆναι τὴν ὄψιν τὴν ἐπιφορὰν τοῦ ῥεύματος ἀναστέλλει πρᾳέως καὶ ὡσανεὶ παραιτούμενα μηκέτι ἐπὶ τοὺς ὀφθαλμοὺς φέρεσθαι τὸ ῥεῦμα.
(12) Ταύτην δὲ τὴν δύναμιν ἓν τῶν πολιτῶν οἶδε γένος· ὃ δὴ λέγεται Xεί. ρωνος ἀπόγονον εἶναι· παραδίδωσι δὲ καὶ δείκνυσι πατὴρ υἱῷ, καὶ οὕτως ἡ δύναμις φυλάσσεται, ὡς οὐδεὶς ἄλλος οἶδε τῶν πολιτῶν· οὐχ ὅσιον δὲ τοὺς ἐπισταμένους τὰ φάρμακα μισθοῦ τοῖς κάμνουσι βοηθεῖν, ἀλλὰ προῖκα. Τὸ μὲν οὖν Πήλιον καὶ τὴν Δημητριάδα συμβέβηκε τοιαύτην εἶναι.
13. Ὅτι ἡ μὲν Ἑλλὰς ἀπὸ Πελοποννήσου τὴν ἀρχὴν λαμβάνει, [ἣν] μέχρι τοῦ Μαγνήτων ἀφορίζω στάμπου. Τάχα δὲ κτλ.
Τὴν μὲν οὖν Ἑλλάδα ἀπὸ Πελοποννήσου τὴν ἀρχήν λαβὼν μέχρι τοῦ Μαγνήτων ἀφορίζω [Ὁμολίου καὶ τῶν Θετταλῶν] στάμπου. Τάχα δὲ φήσουσί τινες ἡμᾶς ἀγνοεῖν τὴν Θετταλίαν τῆς Ἑλλάδος καταριθμοῦντας, ἄπειροι τῆς τῶν πραγμάτων ὄντες ἀληθείας.
(2) Ἡ γὰρ Ἑλλὰς τὸ παλαιὸν οὖσά ποτε πόλις ἀφʼ Ἕλληνος τοῦ
(2) Ἡ οὖν Ἑλλὰς ἐν Θετταλία ἦν, ὅτε ποτὲ ἦν, οὐκ ἐν τῇ Ἀττικῇ. Ὁ γοῦν ποιητής φησι·
(3) Μαρτυρεῖ δὲ καὶ Εὐριπίδης·
(4) Ἑλλὰς μὲν οὖν ἐστὶ, ὥσπερ μικρῷ πρότερον εἰρήκαμεν, ἣν ὁ Διὸς Ἕλλην ἔκτισεν, ἀφʼ οὗ καὶ τὸ ἑλληνίζειν τὴν προσηγορίαν εἴληφεν· Ἕλληνες δ᾿ οἱ ἀφʼ Ἕλληνος. Οὗτοι δ εἰσὶν Αἴολος καὶ Σίσυφος, ἔτι δὲ Ἀθάμας καὶ Σαλμωνεὺς καὶ οἱ τούτων φύντες ἔκγονοι.
(5) Ἡ δὲ καλουμένη νῦν Ἑλλὰς λέγεται μὲν, οὐ μέντοι ἐστί τὸ γὰρ ἑλληνίζειν ἐγὼ εἶναί φημι οὐκ ἐν τῷ διαλέγεσθαι ὀρθῶς, ἀλλʼ ἐν τῷ γένει τῆς φωνῆς αὕτη δʼ ἐστὶν ἀφ᾿ Ἕλληνος· ἡ δὲ Ἑλλὰς ἐν Θετταλίᾳ κεῖται. Ἐκείνους οὖν ἐροῦμεν τὴν Ἑλλάδα κατοικεῖν καὶ ταῖς φωναῖς ἑλληνίζειν.
(6) Εἰ δὲ καὶ κατὰ τὸ ἴδιον τοῦ γένους τῆς Θετταλίας ἡ Ἑλλάς ἐστι, δίκαιον καὶ κατὰ τὸ κοινὸν, ὡς νῦν ὀνομάζονται Ἕλληνες, τῆς Ἑλλάδος αὐτὴν εἶναι.
(7) Ὅτι δὲ πᾶσα ἣν κατηριθμήμεθα Ἑλλάς ἐστι, μαρτυρεῖ ἡμῖν ὁ τῶν κωμῳδιῶν ποιητὴς Ποσείδιππος, μεμφόμενος Ἀθηναίοις, ὅτι τὴν αὑτῶν φωνὴν καὶ τὴν πόλιν φασὶ τῆς Ἑλλάδος εἶναι, λέγων οὕτως·
8. Πρὸς μὲν τοὺς οὐχ ὑπολαμβάνοντας εἶναι τὴν Θετταλίαν τῆς Ἑλλάδος οὐδὲ τοὺς Θετταλοὺς Ἕλληνος ἀπογόνους ὄντας ἑλληνίζειν ἐπὶ τοσοῦτον εἰρήσθω. Τὴν δὲ Ἑλλάδα ἀφορίσαντες ἕως τῶν Θετταλῶν στομίου --- καὶ τοῦ Μαγνήτων Ὁμολίου, τὴν διήγησιν πεποιημένοι, καταπαύομεν τὸν λόγον.