Podagra
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
- οὐδὲ στροβητὴ λαίλαπος τόσση βία.
- μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;
- μή τίς μ’ ἐχίδνης ἰὸς ἀμφιβόσκεται,
- ἢ διαβρεχὴς ἰχῶρι Κενταύρου πέπλος;
- ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν p.305
- οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον,
- ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾶς βροτῶν.
- Παύσασθε.βάσανοι,καὶπόνους μειώσατε
- τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.
- γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν p.310
- ἄτεγχτος οὖσα φαρμάκοις οὐ πείθομαι.
- Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία,
- ἀλλ’ ἔθανε ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει,
- οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,
- ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρμα πίτυϊ.
- πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη.
- ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.
- Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν,
- ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει·
- οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων,