Podagra

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

  1. μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·
  2. τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς
    p.110
  3. εὔολβος ἐθρέψατο Πλούτων.
Πόδαγρος
  1. Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
Χόρος
  1. Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
  2. οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,
  3. οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,
    p.115
  4. οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·
  5. ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
  6. καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
  7. τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
  8. ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
    p.120