Saturnalia

Lucian of Samosata

Lucian, Vol. 6. Kilburn, K., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959.

Οἱ πένητες ἔναγχος ἐπεστάλκασί μοι αἰτιώμενοι ὑμᾶς μὴ μεταδιδόναι σφίσιν ὧν ἔχετε, καὶ τὸ μὲν ὅλον ἠξίουν με κοινὰ πᾶσι ποιεῖν τἀγαθὰ καὶ τὸ μέρος ἕκαστον αὐτῶν ἔχειν. δίκαιον γὰρ εἶναι ἰσοτιμίαν καθεστηκέναι καὶ μὴ τῷ μὲν πλέον, τῷ δὲ μηδ’ ὅλως μετεῖναι τῶν ἡδέων. ἐγὼ δὲ περὶ μὲν τούτων ἔφην ἄμεινον σκέψασθαι τὸν Δία, περὶ

v.6.p.130
δὲ τῶν παρόντων καὶ ὧν ἀδικεῖσθαι ᾤοντο κατὰ τὴν ἑορτὴν ἑώρων ἐπ' ἐμὲ καθήκουσαν τὴν κρίσιν, καὶ ὑπεσχόμην γράψειν πρὸς ὑμᾶς. Ἔστι δὲ ἅπερ ἀξιοῦσι ταῦτα μέτρια, ὡς ἐμοὶ ἔδοξε. πῶς γάρ, φασί, ῥιγοῦντες τοσούτῳ κρύει καὶ λιμῷ ἐχόμενοι προσέτι ἑορτάζοιμεν ἄν; εἰ τοίνυν ἐθέλοιμι κἀκείνους μετέχειν τῆς ἑορτῆς, ἐκέλευόν με ἀναγκάσαι ὑμᾶς ἐσθήτων τε ὧν ἔχετε μεταδοῦναι αὐτοῖς, εἴ τινες περιτταὶ καὶ παχύτεραι ἢ καθ' ὑμᾶς, καὶ τοῦ χρυσίου ὀλίγον ἐπιστάξαι αὐτοῖς. εἰ γὰρ ταῦτα, φασί, ποιήσετε, μηδὲ [*](μηδὲ Jacobitz: μήτε MSS.) ἀμφισβητεῖν ὑμῖν ἔτι τῶν ἀγαθῶν ἐπὶ τοῦ Διός, εἰ δὲ μή, ἀπειλοῦσι προσκαλέσασθαι ἐπὶ τὸν ἀναδασμόν, ἐπειδὰν τὸ πρῶτον δίκας ὁ Ζεὺς προθῇ. ταῦτά ἐστιν οὐ πάνυ χαλεπὰ ὑμῖν ἀπὸ τοσούτων ἃ καλῶς ποιοῦντες ἔχετε.

Νὴ Δία καὶ τῶν δείπνων πέρι, ὡς συνδειπνοῖεν ὑμῖν—καὶ τοῦτο προσθεῖναι ἠξίουν τῇ ἐπιστολῇ, ὡς νῦν γε μόνους ὑμᾶς τρυφᾶν ἐπικλεισαμένους τὰς θύρας, εἰ δέ ποτε κἀκείνων τινὰς ἑστιᾶν διὰ μακροῦ ἐθελήσετε, πλέον τοῦ εὐφραίνοντος ἐνεῖναι τὸ ἀνιαρὸν τῷ δείπνῳ, καὶ τὰ πολλὰ ἐφ' ὕβρει αὐτῶν γίγνεσθαι—οἷον ἐκεῖνο τὸ μὴ τοῦ αὐτοῦ οἴνου συμπίνειν, Ἡράκλεις, ὡς ἀνελεύθερον. καὶ καταγιγνώσκειν αὐτῶν ἐκείνων ἄξιον, ὅτι μὴ μεταξὺ ἀναστάντες οἴχονται ὅλον ὑμῖν τὸ συμπόσιον καταλιπόντες. ἀλλ’ οὐδὲ ἐς κόρον ὅμως φασὶ πίνειν. τοὺς γὰρ οἰνοχόους ὑμῶν ὥσπερ τοὺς Ὀδυσσέως ἑταίρους κηρῷ βεβύσθαι τὰ ὦτα. τὰ μὲν γὰρ ἄλλα οὕτως αἰσχρά ἐστιν, ὥστε ὀκνῶ λέγειν, ἃ περὶ τῆς νομῆς τῶν κρεῶν αἰτιῶνται καὶ

v.6.p.132
τῶν διακόνων, ὑμῖν μὲν παρεστώτων ἔστ' ἂν ὑπερεμφορηθῆτε, ἐκείνους δὲ παραθεόντων, καὶ ἄλλα πολλὰ τοιαῦτα μικροπρεπῆ καὶ ἥκιστα ἐλευθέροις πρέποντα. τὸ γοῦν ἥδιστον καὶ συμποτικώτερον ἡ ἰσοτιμία ἐστί, καὶ ὁ ἰσοδαίτης [*](ἰσοδαίτης Gesner: ἰσοδιαίτης MSS.) τούτου ἕνεκα ἡγεῖται ὑμῖν τῶν συμποσίων, ὡς τὸ ἴσον ἅπαντες ἔχοιεν.

Ὁρᾶτε οὖν ὅπως μηκέτι ὑμᾶς αἰτιάσωνται, ἀλλὰ τιμήσωσι καὶ φιλήσωσι τῶν ὀλίγων τούτων μεταλαμβάνοντες· ὧν ὑμῖν μὲν ἡ δαπάνη ἀνεπαίσθητος, ἐκείνοις δὲ ἐν καιρῷ τῆς χρείας ἡ δόσις ἀείμνηστος. ἄλλως τε οὐδ’ ἂν οἰκεῖν δύναισθε τὰς πόλεις μὴ οὐχὶ καὶ πενήτων συμπολιτευομένων καὶ μυρία πρὸς τὴν εὐδαιμονίαν ὑμῖν συντελούντων, οὐδ’ ἂν ἔχοιτε τοὺς θαυμάζοντας ὑμῶν τὸν πλοῦτον, ἢν μόνοι καὶ ἰδίᾳ καὶ ὑπὸ σκότῳ πλουτῆτε. ἰδέτωσαν οὖν πολλοὶ καὶ θαυμασάτωσαν ὑμῶν τὸν ἄργυρον καὶ τὰς τραπέζας καὶ προπινόντων φιλοτησίας, μεταξὺ πίνοντες περισκοπείτωσαν τὸ ἔκπωμα καὶ τὸ βάρος ἴστωσαν αὐτοὶ διαβαστάσαντες καὶ τῆς ἱστορίας τὸ ἀκριβὲς καὶ [*](καὶ add. Guyet.) τὸν χρυσὸν ὅσος, ὃς ἐπανθεῖ τῇ τέχνῃ. πρὸς γὰρ τῷ χρηστοὺς καὶ φιλανθρώπους ἀκούειν καὶ τοῦ φθονεῖσθαι ὑπ' αὐτῶν ἔξω γενήσεσθε. τίς γὰρ ἂν φθονήσειε τῷ κοινωνοῦντι καὶ διδόντι τῶν μετρίων; τίς δ’ οὐκ ἂν εὔξαιτο εἰς τὸ μήκιστον διαβιῶναι αὐτὸν ἀπολαύοντα τῶν ἀγαθῶν; ὡς δὲ νῦν ἔχετε, ἀμάρτυρος μὲν ἡ εὐδαιμονία, ἐπίφθονος δὲ ὁ πλοῦτος, ἀηδὴς δὲ ὁ βίος.

οὐδὲ γὰρ οὐδὲ ὁμοίως ἡδύ, οἶμαι, μόνον ἐμπίπλασθαι, ὥσπερ τοὺς λέοντάς φασι καὶ τοὺς μονιοὺς τῶν λύκων,

v.6.p.134
καὶ συνόντας δεξιοῖς ἀνδράσι καὶ πάντα χαρίζεσθαι πειρωμένοις, οἳ πρῶτα μὲν οὐ κωφὸν καὶ ἄφωνον τὸ συμπόσιον ἐάσουσιν εἶναι, ἀλλ’ ἐν μύθοις συμποτικοῖς καὶ σκώμμασιν ἀνεπαχθέσι καὶ φιλοφροσύναις ποικίλαις συνέσονται, οἷαι διατριβαὶ ἥδισται, φίλαι μὲν Διονύσῳ καὶ Ἀφροδίτῃ, φίλαι δὲ Χάρισιν, ἔπειτα δὲ πρὸς ἅπαντας ἐς τὴν ὑστεραίαν διηγούμενοι ὑμῶν τὴν δεξιότητα φιλεῖσθαι παρασκευάσουσι. ταῦτα πολλοῦ πρίασθαι καλῶς εἶχεν.

Ἐπεὶ ἐρήσομαι ὑμᾶς, εἰ μύοντες οἱ πένητες βαδίζοιεν—ὑποθώμεθα γὰρ οὕτως—οὐκ ἂν ὑμᾶς ἠνίασεν οὐκ ἔχοντας οἷς ἐπιδείξαισθε τὰς ἁλουργεῖς ἐσθῆτας καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος ἢ τῶν δακτυλίων τὸ μέγεθος; ἐῶ λέγειν ὡς καὶ ἐπιβουλὰς καὶ μίση παρὰ τῶν πενήτων ἀναγκαῖον ἐγγίγνεσθαι πρὸς ὑμᾶς, ἢν μόνοι τρυφᾶν ἐθέλητε. ἃ μὲν γὰρ εὔξασθαι καθ' ὑμῶν ἀπειλοῦσιν, ἀποτρόπαια, μηδὲ γένοιτο εἰς ἀνάγκην αὐτοὺς καταστῆναι τῆς εὐχῆς. ἐπεὶ οὔτε ἀλλάντων γεύσεσθε οὔτε πλακοῦντος ἢ εἴ τι λείψανον τῆς κυνός, ἡ φακῆ δὲ ὑμῖν σαπέρδην ἐντετηκότα ἕξει, ὗς δὲ καὶ ἔλαφος ὀπτώμενοι μεταξὺ δρασμὸν βουλεύσουσιν ἐκ τοῦ ὀπτανείου ἐς τὸ ὄρος, καὶ ὄρνις ψύττα κατατείνασαι ἄπτεροι καὶ αὗται παρ' αὐτοὺς τοὺς πένητας ἐκπετήσονται. τὸ δὲ μέγιστον, οἱ ὡραιότατοι τῶν οἰνοχόων φαλακροὶ ἐν ἀκαρεῖ τοῦ χρόνου ὑμῖν γενήσονται, ἐπὶ κατεαγότι καὶ ταῦτα τῷ ἀμφορεῖ. Πρὸς τάδε βουλεύεσθε ἃ καὶ τῇ ἑορτῇ πρέποντα γένοιτ' ἂν καὶ ὑμῖν ἀσφαλέστατα, καὶ ἐπικουφίζετε πολλὴν τὴν [*](τὴν add. Jacobitz.) πενίαν αὐτοῖς ἀπ' ὀλίγου τελέσματος φίλους οὐ μεμπτοὺς ἕξοντες.