Saturnalia
Lucian of Samosata
Lucian, Vol. 6. Kilburn, K., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959.
τὸ δὲ ὅλον, ἴστε οἱ πένητες ὑμεῖς ἐξηπατημένοι καὶ οὐκ ὀρθῶς δοξάζοντες περὶ τῶν πλουσίων, οἵ γε πανευδαίμονας αὐτοὺς οἴεσθε εἶναι καὶ μόνους ἡδύν τινα βιοῦν τὸν βίον, ὅτι δειπνεῖν τε πολυτελῶς ἔστιν αὐτοῖς καὶ μεθύσκεσθαι οἴνου ἡδέος καὶ παισὶν ὡραίοις καὶ γυναιξὶν ὁμιλεῖν καὶ ἐσθῆσι μαλακαῖς χρῆσθαι. τὸ δὲ πάνυ ἀγνοεῖτε ὁποῖόν ἐστιν. αἵ τε γὰρ φροντίδες αἱ περὶ τούτων οὐ μικραί, ἀλλ’ ἀνάγκη ἐπαγρυπνεῖν ἑκάστοις, μή τι ὁ οἰκονόμος βλακεύσας ἢ ὑφελόμενος λάθῃ, μὴ ὁ οἶνος ὀξυνθῇ, μὴ ὁ σῖτος φθειρὶ ζέσῃ, ἢ ὁ λῃστὴς ὑφέληται τὰ ἐκπώματα, μὴ πιστεύσῃ τοῖς συκοφάνταις ὁ δῆμος λέγουσι τυραννεῖν αὐτὸν ἐθέλειν. ταῦτα δὲ πάντα οὐδὲ τὸ πολλοστὸν ἂν εἴη μέρος τῶν ἀνιώντων αὐτούς. εἰ γοῦν ἠπίστασθε τοὺς φόβους καὶ τὰς μερίμνας ἃς ἔχουσιν, πάνυ ἂν ὑμῖν φευκτέον ὁ πλοῦτος ἔδοξεν.
ἐπεί τοι οἴει με αὐτὸν οὕτως ἄν ποτε κορυβαντιᾶσαι, ὡς εἰ καλὸν ἦν τὸ πλουτεῖν καὶ βασιλεύειν, ἀφέντα ἂν αὐτὰ καὶ παραχωρήσαντα ἄλλοις καθῆσθαι ἰδιωτεύοντα καὶ ἀνέχεσθαι ὑπ' ἄλλῳ ταττόμενον; ἀλλὰ τὰ πολλὰ ταῦτα εἰδώς, ἃ τοῖς πλουσίοις καὶ ἄρχουσι προσεῖναι ἀνάγκη, ἀφῆκα τὴν ἀρχὴν εὖ ποιῶν.
Καὶ γὰρ ἃ νῦν ἐποτνιῶ πρός με, ὡς τοὺς μὲν ὑῶν καὶ πλακούντων ἐμφορουμένους [*](After ἐμφορουμένους Aldinus has ὑμᾶς δὲ κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντας ἐν τῇ ἑορτῇ.) ἐν τῇ ἑορτῇ, σκέψαι ὁποῖά ἐστι. πρὸς μὲν γὰρ τὸ παρὸν ἡδὺ καὶ οὐκ ἀνιαρὸν ἴσως ἑκάτερον αὐτῶν, πρὸς δὲ τὰ [*](πρὸς δὲ τὰ Halm: ὡς δὲ MSS.) μετὰ ταῦτα ἔμπαλιν ἀναστρέφεται τὸ πρᾶγμα. εἶτα ὑμεῖς μὲν οὔτε καρηβαροῦντες ἀνασταίητ' ἂν ἐς τὴν ὑστεραίαν ὥσπερ ἐκεῖνοι ὑπὸ τῆς μέθης οὔτε ὑπὸ τῆς ἄγαν πλησμονῆς δυσῶδές τι καὶ καπνωδέστερον ἐρυγγάνοντες· οἱ δὲ τούτων τε ἀπολαύουσι καὶ τὸ πολὺ τῆς νυκτὸς ἢ παισὶν ἢ γυναιξὶν ἢ ὅπως ἂν ὁ τράγος κελεύῃ συναναφυρέντες ἢ φθόην ἢ περιπνευμονίαν ἢ ὕδερον οὐ χαλεπῶς συνελέξαντο ἐκ τῆς πολλῆς τρυφῆς. ἢ τίνα ἂν αὐτῶν ῥᾳδίως δεῖξαι δύναιο μὴ πάντως ὠχρὸν ὄντα πολὺ τὸ νεκρῶδες ἐμφαίνοντα; τίνα δὲ ἐς γῆρας ἀφικόμενον τοῖς αὐτοῦ ποσίν, ἀλλὰ μὴ φοράδην ἐπὶ τεττάρων ὀχούμενον, ὁλόχρυσον μὲν τὰ ἔξω, κατάρραφον δὲ τὰ ἔνδον, ὥσπερ αἱ τραγικαὶ ἐσθῆτες ἐκ ῥακῶν πάνυ εὐτελῶν συγκεκαττυμέναι; [*](συγκεκαττυμέναι Solanus: συγκεκομμέναι MSS.) ὑμεῖς δὲ ἰχθύων μὲν ἄγευστοι καὶ ἄσιτοι, ποδάγρας δὲ ἢ περιπνευμονίας οὐχ ὁρᾶθ' ὅτι καὶ τούτων ἄπειροί ἐστε, ἢ εἴ τι κατ' ἄλλην τινὰ αἰτίαν συμβαίνει; καίτοι οὐδ’ αὐτοῖς ἐκείνοις ἡδύ [*](ἡδύ Guyet: ἔτι MSS.) ἐστιν αὐτὸν καθ' ἡμέραν καὶ πέρα τοῦ κόρου ἐσθίειν τούτων, ἀλλὰ ἴδοις ἂν αὐτοὺς οὕτω λαχάνων καὶ θύμου ὀρεγομένους ἐνίοτε, ὥσπερ οὐδὲ σὺ τῶν λαγωῶν καὶ ὑῶν.
Ἐῶ λέγειν ὅσα ἄλλα λυπεῖ αὐτούς—υἱὸς ἀκόλαστος ἢ γυνὴ τοῦ οἰκέτου ἐρῶσα ἢ ἐρώμενος πρὸς ἀνάγκην μᾶλλον ἢ πρὸς ἡδονὴν συνών. καὶ ὅλως
τά γέ τοι πλεῖστα εὕροιτε ἂν αὐτοὺς ὑμῶν ἕνεκα κτωμένους, οὐχ ὅπως αὐτοὶ χρήσωνται, ἀλλ’ ὅπως ὑμεῖς θαυμάζοιτε. Ταῦτα ὑμᾶς παραμυθοῦμαι εἰδὼς τὸν βίον ἑκάτερον, καὶ ἄξιον ἑορτάζειν ἐνθυμουμένους ὅτι μετ' ὀλίγον ἅπαντας δεήσει ἀπιέναι ἐκ τοῦ βίου κἀκείνους τὸν πλοῦτον καὶ ὑμᾶς τὴν πενίαν ἀφέντας. πλὴν ἐπιστελῶ γε αὐτοῖς ὥσπερ ὑπεσχόμην, καὶ οἶδ’ ὅτι οὐκ ὀλιγωρήσουσι τῶν ἐμῶν γραμμάτων.
3. ΚΡΟΝΟΣ ΤΟΙΣ ΠΛΟΥΣΙΟΙΣ ΧΑΙΡΕΙΝ