Saturnalia

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

οἱ πλούσιοι τῷ Κρόνῳ χαίρειν. πρὸς γὰρ σὲ οἴει μόνον ὑπὸ τῶν πενήτων ταῦτα γεγράφθαι, ὦ Κρόνε, οὐχὶ δὲ καὶ ὁ Ζεὺς ἤδη ἐκκεκώφηται πρὸς αὐτῶν

p.321
ἀναβοώντων καὶ αὐτὰ δὴ ταῦτα τὸν ἀναδασμὸν ἀξιούντων γενέσθαι καὶ αἰτιωμένων τήν τε εἱμαρμένην ὡς ἄνισον τὴν νομὴν πεποιημένην καὶ ἡμᾶς ὅτι μηδενὸς αὐτοῖς μεταδιδόναι ἀξιοῦμεν; ἀλλʼ οἶδεν ἐκεῖνος, ἅτε Ζεὺς ὤν, παρʼ οἷστισιν ἡ αἰτία, καὶ διὰ τοῦτο παρακούει αὐτῶν τὰ πολλά. σοὶ δὲ ὅμως ἀπολογησόμεθα, ἐπείπερ ἄρχεις γε νῦν ἡμῶν. ἡμεῖς μὲν γὰρ ἅπαντα πρὸ ὀφθαλμῶν λαβόντες ἅ γέγραφας, ὡς καλὸν ἐπικουρεῖν ἀπὸ πολλῶν τοῖς δεομένοις καὶ ὡς ἥδιον συνεῖναι καὶ συνευωχεῖσθαι τοῖς πένησιν, ἀεὶ διετελοῦμεν οὕτως ποιοῦντες ἰσοδίαιτοι καθεστῶτες, ὡς ἂν μηδὲ τὸν συνδαίτην αὐτὸν αἰτιάσασθαί τι.