Saturnalia
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
ἐπεὶ ἐρήσομαι ὑμᾶς, εἰ μύοντες οἱ πένητες βαδίζοιεν — ὑποθώμεθα γὰρ οὕτως — οὐκ ἂν ὑμᾶς ἠνίασεν οὐκ ἔχοντας οἷς ἐπιδείξαισθε τὰς ἁλουργεῖς ἐσθῆτας καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος ἢ τῶν δακτυλίωι τὸ μέγεθος; ἐῶ λέγειν ὡς καὶ ἐπιβουλὰς καὶ μίση παρὰ τῶν πενήτων ἀναγκαῖον ἐγγίνεσθαι πρὸς ὑμᾶς, ἢν μόνοι τρυφᾶν ἐθέλητε· ἃ μὲν γὰρ εὔξασθαι καθʼ ὑμῶν ἀπειλοῦσιν, ἀποτρόπαια, μηδὲ γένοιτο εἰς ἀνάγκην αὐτοὺς καταστῆναι τῆς εὐχῆς· ἐπεὶ οὔτε ἀλλάντων γεύσεσθε οὔτε πλακοῦντος ἢ εἴ τι λείψανον τῆς κυνός, ἡ φακῆ δὲ ὑμῖν σαπέρδην ἐντετηκότα ἕξει, ὗς δὲ καὶ ἔλαφος ὀπτώμενοι μεταξὺ δρασμὸν βουλεύσουσιν ἐκ τοῦ ὀπτανείου ἐς τὸ ὄρος, καὶ ὄρνις ψύττα κατατείνασαι ἄπτεροι καὶ αὗται παρʼ αὐτοὺς τοὺς πένητας ἐκπετήσονται· τὸ δὲ μέγιστον, οἱ ὡραιότατοι τῶν οἰνοχόων φαλακροὶ ἐν ἀκαρεῖ τοῦ χρόνου ὑμῖν γενήσονται, ἐπὶ κατεαγότι καὶ ταῦτα τῷ ἀμφορεῖ. πρὸς τάδε βουλεύεσθε ἃ καὶ τῇ ἑορτῇ πρέποντα γένοιτʼ ἂν καὶ ὑμῖν ἀσφαλέστατα, καὶ ἐπικουφίζετε πολλὴν τὴν πενίαν αὐτοῖς ἀπʼ ὀλίγου τελέσματος φίλους οὐ μεμπτοὺς ἕξοντες.