Saturnalia

Lucian of Samosata

Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.

ταῦτα ἡμᾶς μάλιστα ἀποπνίγει, ὦ Κρόνε, καὶ ἀφόρητον ἡγούμεθα τὸ πρᾶγμα, τὸν μὲν ἐφʼ ἁλουργίδων κατακείμενον τοσούτοις ἀγαθοῖς ἐντρυφᾶν ἐρυγγάνοντα καὶ ὑπὸ τῶν συνόντων εὐδαιμονιζόμενον ἀεὶ ἑορτάζοντα, ἐμὲ δὲ καὶ τοὺς ὁμοίους ὀνειροπολεῖν, εἴ ποθεν ὀβολοὶ τέτταρες γένοιντο, ὡς ἔχοιμεν ἄρτων γοῦν ἢ ἀλφίτων ἐμπεπλησμένοι καθεύδειν κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντες. ἢ τοίνυν ταῦτα, ὦ Κρόνε, ἀλλάττειν καὶ μεταποιεῖν ἐς τὸ ἰσοδίαιτον, ἢ τὸ ὕστατον, αὐτούς γε ἐκείνους κελεύειν τοὺς πλουσίους μὴ μόνους ἀπολαύειν τῶν ἀγαθῶν, ἀλλὰ ἀπὸ μεδίμνων τοσούτων χρυσίου χοίνικά γε ἡμῶν πάντων κατασκεδάσαι, ἀπὸ δὲ ἱματίων ὅσα κἂν ὑπὸ σητῶν διαβρωθέντα οὐκ ἂν αὐτοὺς ἀνιάσειε· ταῦτα γοῦν πάντως ἀπολλύμενα καὶ ὑπὸ τοῦ χρόνου διαφθαρησόμενα ἡμῖν δοῦναι περιβαλέσθαι μᾶλλον ἢ ἐν ταῖς κοίταις καὶ κίσταις εὐρῶτι πολλῷ κατασαπῆναι.

καὶ μὴν καὶ δειπνίζειν ἕκαστον ἄρτι μὲν τέτταρας, ἄρτι δὲ πέντε τῶν πενήτων παραλαμβάνοντας, μὴ μέντοι ἐς τὸν νῦν τρόπον τῶν δείπνων, ἀλλʼ ἐς τὸ δημοτικώτερον, ὡς ἐπʼ ἴσης μετέχειν ἅπαντας καὶ μὴ τὸν μὲν ἐμφορεῖσθαι τῶν ὄψων καὶ τὸν οἰκέτην περιμένειν ἑστῶτα, ἔστʼ ἂν ἀπαγορεύσῃ ἐσθίων, ἐφʼ ἡμᾶς δὲ ἐλθόντα, ἔτι παρασκευαζομένων ὡς ἐπιβάλοιμεν τὴν χεῖρα, παραμείβεσθαι δείξαντα μόνον τὴν λοπάδα ἢ ὅσον ἐστὶ τοῦ πλακοῦντος τὸ λοιπόν· μηδὲ ἐσκομισθέντος ὑὸς διανέμοντα τῷ κὲν δεσπότῃ παρατιθέναι τὸ ἡμίτομον ὅλον σὺν τῇ κεφαλῇ,

p.314
τοῖς δὲ ἄλλοις ὀστᾶ φέρειν ἐγκεκαλυμμένα. προειπεῖν δὲ καὶ τοῖς οἰνοχόοις μὴ περιμένειν, ἔστʼ ἂν ἑπτάκις αἰτήσῃ πιεῖν ἡμῶν ἕκαστος, ἀλλὰ ἢν ἅπαξ κελεύσῃ, αὐτίκα ἐγχέαι καὶ ἀναδοῦναι μεγάλην κύλικα ἐμπλησαμένους ὥσπερ τῷ δεσπότῃ· καὶ τὸν οἶνον δὲ αὐτὸν πᾶσι τοῖς συμπόταις ἕνα καὶ τὸν αὐτὸν εἶναι. ἢ ποῦ γὰρ γεγράφθαι τοῦτον τὸν νόμον, τὸν μὲν ἀνθοσμίου μεθύσκεσθαι, ἐμοὶ δὲ ὑπὸ τοῦ γλεύκους διαρρήγνυσθαι τὴν γαστέρα;

ἢν ταῦτα ἐπανορθώσῃς καὶ μετακοσμήσῃς, ὦ Κρόνε, βίον μὲν τὸν βίον, ἑορτὴν δὲ τὴν ἑορτὴν ἔσῃ πεποιηκώς, εἰ δὲ μή, ἐκεῖνοι μὲν ἑορταζόντων, ἡμεῖς δὲ καθεδούμεθα εὐχόμενοι, ἐπειδὰν λουσάμενοι ἥκωσι, τὸν παῖδα μὲν αὐτοῖς ἀνατρέψαντα τὸν ἀμφορέα κατᾶξαι, τὸν μάγειρον δὲ τὸν ζωμὸν κνισῶσαι καὶ ἐπιλαθόμενον τὸ τάριχος μὲν ἐς τὴν φακῆν ἐμβαλεῖν τῶν ἰχθύων· τὴν κυνα δὲ παρεισπεσοῦσαν τόν τε ἀλλᾶντα ὅλον καταφαγεῖν, περὶ τἆλλα τῶν ὀψοποιῶν ἐχόντων, καὶ τοῦ πλακοῦντος τὸ ἥμισυ· τὸν δὲ ὗν καὶ τὸν ἔλαφον καὶ τὰ δελφάκια μεταξὺ ὀπτώμενα τὸ ὅμοιον ποιεῖν, ὅπερ Ὅμηρος περὶ τῶν Ἡλίου βοῶν φησι· μᾶλλον δὲ μὴ ἕρπειν μόνον, ἀλλʼ ἀναπηδήσαντα φεύγειν εἰς τὸ ὄρος αὐτοῖς ὀβελοῖς· καὶ τὰς ὄρνεις δὲ τὰς παχείας, καίτοι ἀπτέρους ἤδη οὔσας καὶ ἐσκευασμένας, ἀναπταμένας οἴχεσθαι καὶ ταύτας, ὡς μὴ μόνοι ἀπολαύοιεν αὐτῶν.

ὃ δὲ δὴ μάλιστα ἂν αὐτοὺς ἀνιάσειε, τὸ μὲν χρυσίον μύρμηκάς τινας οἵους τοὺς Ἰνδικοὺς ἀνορύττοντας ἐκ τῶν θησαυρῶν ἐκφέρειν νύκτωρ ἐς τὸ δημόσιον· τὴν ἐσθῆτα δὲ ὀλιγωρίᾳ τῶν ἐπιμελητῶν κοσκινηδὸν διατερυπῆσθαι ὑπὸ τῶν βελτίστων μυῶν, ὡς σαγήνης θυννευτικῆς μηδὲν διαφέρειν· παῖδας δὲ αὐτῶν τοὺς ὡραίους καὶ κομήτας, οὓς Ὑακίνθους ἢ Ἀχιλλέας ἢ Ναρκίσσους ὀνομάζουσι, μεταξὺ ὀρέγοντας σφίσι τὸ ἔκπωμα φαλακροὺς γίνεσθαι ὑπορρεούσης τῆς κόμης καὶ

p.315
πώγωνα φύειν ὀξύν, οἷοί εἰσιν ἐν ταῖς κωμῳδίαις οἱ σφηνοπώγωνες, καὶ τὸ παρὰ τοῖς κροτάφοις πάνυ λάσιον καὶ κάρτα ἐκκεντοῦν, τὸ μεταξὺ δὲ λεῖον καὶ γυμνὸν εἶναι. ταῦτα καὶ πλείω τούτων εὐξαίμεθʼ ἄν, εἰ μὴ θέλωσι τὸ ἄγαν φίλαυτον τοῦτʼ ἀφέντες ἐς τὸ κοινὸν πλουτεῖν καὶ μεταδιδόναι ἡμῖν τῶν μετρίων.

Κρόνος ἐμοὶ τῷ τιμιωτάτῳ χαίρειν. τί ταῦτα ληρεῖς, ὦ οὗτος, ἐμοὶ περὶ τῶν παρόντων ἐπιστέλλων καὶ ἀναδασμὸν τῶν ἀγαθῶν ποιεῖν κελεύων; τὸ δὲ ἑτέρου ἂν εἴη, τοῦ νῦν ἄρχοντος. θαυμάζω γὰρ εἰ μόνος τῶν ἁπάντων ἀγνώσσεις ὡς ἐγὼ μὲν πάλαι βασιλεὺς ὢν πέπαυμαι, τοῖς παισὶ διανείμας τὴν ἀρχήν, ὁ δὲ Ζεὺς μάλιστα τῶν τοιούτων ἐπιμελεῖται· τὰ δὲ ἡμέτερα ταῦτα μέχρι πεττῶν καὶ κρότου καὶ ᾠδῆς καὶ μέθης, καὶ τοῦτο οὐ πλέον ἡμερῶν ἑπτά. ὥστε περὶ τῶν μειζόνων ἃ φής, ἀφελεῖν τὸ ἄνισον καὶ ἐκ τῆς ὁμοίας ἢ πένεσθαι ἢ πλουτεῖν ἅπαντας, ὁ Ζεὺς ἂν χρηματίσειεν ὑμῖν. εἰ δέ τι τῶν ἐκ τῆς ἑορτῆς ἀδικοῖτό τις ἢ πλεονεκτοῖτο, ἐμὸν ἂν εἴη δικάζειν· καὶ ἐπιστέλλω δὲ τοῖς πλουσίοις περὶ τῶν δείπνων καὶ τοῦ χοίνικος τοῦ χρυσίου καὶ τῶν ἐσθήτων, ὡς καὶ ὑμῖν πέμποιεν ἐς τὴν ἑορτήν· δίκαια γάρ ταῦτα καὶ ἄξια αὐτοὺς ποιεῖν, ὡς φατέ, εἰ μή τι εὔλογον ἐκεῖνοι πρὸς ταῦτα λέγειν ἔχωσι.

τὸ δὲ ὅλον, ἴστε οἱ πέ νητες ὑμεῖς ἐξηπατημένοι καὶ οὐκ ὀρθῶς δοξάζοντες περὶ τῶν πλουσίων, οἵ γε πανευδαίμονας αὐτοὺς οἴεσθε εἶναι καὶ μόνους ἡδύν τινα βιοῦν τὸν βίον, ὅτι δειπνεῖν τε πολυτελῶς ἔστιν αὐτοῖς καὶ μεθύσκεσθαι οἴνου ἡδέος καὶ παισὶν ὡραίοις καὶ γυναιξὶν ὁμιλεῖν καὶ ἐσθῆσι μαλακαῖς χρῆσθαι· τὸ δὲ πάνυ ἀγνοεῖτε ὁποῖον ἐστιν. αἵ τε γὰρ

p.316
φροντίδες αἱ περὶ τούτων οὐ μικραί, ἀλλʼ ἀνάγκη ἐπαγρυπνεῖν ἑκάστοις, μή τι ὁ οἰκονόμος βλακεύσας ἢ ὑφελόμενος λάθῃ, μὴ ὁ οἶνος ὀξυνθῇ, μὴ ὁ σῖτος φθειρὶ ζέσῃ, ἢ ὁ λῃστὴς ὑφέληται τὰ ἐκπώματα, μὴ πιστεύσῃ τοῖς συκοφάνταις ὁ δῆμος λέγουσι τυραννεῖν αὐτὸν ἐθέλειν ταῦτα δὲ πάντα οὐδὲ τὸ πολλοστὸν ἄν εἴη μέρος τῶν ἀνιώντων αὐτούς· εἰ γοῦν ἠπίστασθε τοὺς φόβους καὶ τὰς μερίμνας ἃς ἔχουσι, πάνυ ἂν ὑμῖν φευκτέον ὁ πλοῦτος ἔδοξεν.

ἐπεί τοι οἴει με αὐτὸν οὕτως ἄν ποτε κορυβαντιᾶσαι, ὡς εἰ καλὸν ἦν τὸ πλουτεῖν καὶ βασιλεύειν, ἀφέντα ἂν αὐτὰ καὶ παραχωρήσαντα ἄλλοις καθῆσθαι ἰδιωτεύοντα καὶ ἀνέχεσθαι ὑπʼ ἄλλῳ ταττόμενον; ἀλλὰ τὰ πολλὰ ταῦτα εἰδώς, ἃ τοῖς πλουσίοις καὶ ἄρχουσι προσεῖναι ἀνάγκη, ἀφῆκα τὴν ἀρχὴν εὖ ποιῶν.

καὶ γὰρ ἅ νῦν ἐποτνιῶ πρός με, ὡς τοὺς μὲν ὑῶν καὶ πλακούντων ἐμφορουμένους, ὑμᾶς δὲ κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντας ἐν τῇ ἑορτῇ, σκέψαι ὁποῖά ἐστι· πρὸς μὲν γὰρ τὸ παρὸν ἡδὺ καὶ οὐχ ἀνιαρὸν ἴσως ἑκάτερον αὐτῶν, πρὸς δὲ τὰ μετὰ ταῦτα ἔμπαλιν ἀναστρέφεται τὸ πρᾶγμα. εἶτα ὑμεῖς μὲν οὔτε καρηβαροῦντες ἀνασταίητʼ ἂν ἐς τὴν ὑστεραίαν ὥσπερ ἐκεῖνοι ὑπὸ τῆς μέθης οὔτε ὑπὸ τῆς ἄγαν πλησμονῆς δυσῶδές τι καὶ καπνωδέστερον ἐρυγγάνοντες· οἱ δὲ τούτων τε ἀπολαύουσι καὶ τὸ πολὺ τῆς νυκτὸς ἢ παισὶν ἢ γυναιξὶν ἢ ὅπως ἂν ὁ τράγος κελεύῃ συναναφυρέντες ἢ φθόην ἢ περιπνευμονίαν ἢ ὕδερον οὐ χαλεπῶς συνελέξαντο ἐκ τῆς πολλῆς τρυφῆς. ἢ τίνα ἂν αὐτῶν ῥᾳδίως δεῖξαι δύναιο μὴ πάντως ὠχρὸν ὄντα πολὺ τὸ νεκρῶδες ἐμφαίνοντα; τίνα δὲ ἐς γῆρας ἀφικόμενον τοῖς αὐτοῦ ποσίν, ἀλλὰ μὴ φοράδην ἐπὶ τεττάρων ὀχούμενον, ὁλόχρυσον μὲν τὰ ἔξω, κατάρραφον δὲ τὰ ἔνδον, ὥσπερ αἱ τραγικαὶ ἐσθῆτες ἐκ ῥαχῶν πάνυ εὐτελῶν συγκεκαττυμέναι; ὑμεῖς δὲ ἰχθύων

p.317
μὲν ἄγευστοι καὶ ἄσιτοι, ποδάγρας δὲ ἢ περιπνευμονίας οὐχ ὁρᾶθʼ ὅτι καὶ τούτων ἄπειροί ἐστε, ἢ εἴ τι κατʼ ἄλληνσς τινὰ αἰτίαν συμβαίνει; καίτοι οὐδʼ αὐτοῖς ἐκείνοις ἡδύ ἐστιν αὐτὸ καθʼ ἡμέραν καὶ πέρα τοῦ κόρου ἐσθίειν τούτων, ἀλλὰ ἴδοις ἂν αὐτοὺς οὕτω λαχάνων καὶ θύμου ὀρεγομένους ἐνίοτε, ὥσπερ οὐδὲ σὺ τῶν λαγωῶν καὶ ὑῶν.

ἐῶ λέγειν ὅσα ἄλλα λυπεῖ αὐτούς, υἱὸς ἀκόλαστος ἢ γυνὴ τοῦ οἰκέτου ἐρῶσα ἢ ἐρώμενος πρὸς ἀνάγκην μᾶλλον ἢ πρὸς ἡδονὴν συνών· καὶ ὅλως πολλά ἐστιν ἅπερ ὑμεῖς ἀγνοοῦντες τὸν χρυσὸν ὁρᾶτε αὐτῶν μόνον καὶ τὴν πορφύραν, καὶ ἢν ἴδητέ ποτε ἐξελαύνοντας ἐπὶ λευκοῦ ζεύγους, κεχήνατε καὶ προσκυνεῖτε. εἰ δὲ ὑπερεωρᾶτε αὐτῶν καὶ κατεφρονεῖτε καὶ μήτε ἐπεστρέφεσθε πρὸς τὴν ἀργυρᾶν ἁρμάμαξαν μήτε μεταξὺ διαλεγομένων εἰς τὸν ἐν τῷ δακτυλίῳ σμάραγδον ἀφεωρᾶτε καὶ τῶν ἱματίων παραπτόμενοι τὸ μαλακὸν ἐθαυμάζετε, ἀλλʼ εἰᾶτε καθʼ ἑαυτοὺς πλουτεῖν, εὖ ἴστε, αὐτοὶ ἐφʼ ὑμᾶς ἰόντες ἐδέοντο συνδειπνεῖν, ὡς ἐπιδείξαιντο ὑμῖν τὰς κλίνας καὶ τὰς τραπέζας καὶ τὰ ἐκπώματα, ὧν οὐδὲν ὄφελος, εἰ ἀμάρτυρος ἡ κτῆσις εἴη.

τά γέ τοι πλεῖστα εὕροιτε ἂν αὐτοὺς ὑμῶν ἕνεκα κτωμένους, οὐχ ὅπως αὐτοὶ χρήσωνται, ἀλλʼ ὅπως ὑμεῖς θαυμάζοιτε. ταῦτα ὑμᾶς παραμυθοῦμαι εἰδὼς τὸν βίον ἑκάτερον, καὶ ἄξιον ἑορτάζειν ἐνθυμουμένους ὅτι μετʼ ὀλίγον ἅπαντας δεήσει ἀπιέναι ἐκ τοῦ βίου κἀκείνους τὸν πλοῦτον καὶ ὑμᾶς τὴν πενίαν ἀφέντας. πλὴν ἐπιστελῶ γε αὐτοῖς ὥς2περ ὑπεσχόμην, καὶ οἶδʼ ὅτι οὐκ ὀλιγωρήσουσι τῶν ἐμῶν γραμμάτων.

p.318

Κρόνος τοῖς πλουσίοις χαίρειν. οἱ πένητες ἔναγχος ἐπεστάλκασί μοι αἰτιώμενοι ὑμᾶς μὴ μεταδιδόναι σφίσιν ὧν ἔχετε, καὶ τὸ μὲν ὅλον ἠξίουν με κοινὰ πᾶσι ποιεῖν τἀγαθὰ καὶ τὸ μέρος ἕκαστον αὐτῶν ἔχειν· δίκαιον γὰρ εἶναι ἰσοτιμίαν καθεστηκέναι καὶ μὴ τῷ μὲν πλέον, τῷ δὲ μηδʼ ὅλως μετεῖναι τῶν ἡδέων. ἐγὼ δὲ περὶ μὲν τούτων ἔφην ἄμεινον σκέψασθαι τὸν Δία, περὶ δὲ τῶν παρόντων καὶ ὧν ἀδικεῖσθαι ᾤοντο κατὰ τὴν ἑορτὴν ἑώρων ἐπʼ ἐμὲ καθήκουσαν τὴν κρίσιν, καὶ ὑπεσχόμην γράψειν πρὸς ὑμᾶς. ἔστι δὲ ἅπερ ἀξιοῦσι ταῦτα μέτρια, ὡς ἐμοὶ ἔδοξε. πῶς γάρ, φασί, ῥιγοῦντες τοσούτῳ κρύει καὶ λιμῷ ἐχόμενοι προσέτι ἑορτάζοιμεν ἄν; εἰ τοίνυν ἐθέλοιμι κἀκείνους μετέχειν τῆς ἑορτῆς, ἐκέλευόν με ἀναγκάσαι ὑμᾶς ἐσθήτων τε ὧν ἔχετε μεταδοῦναι αὐτοῖς, εἴ τινες περιτταὶ καὶ παχύτεραι ἢ καθʼ ὑμᾶς, καὶ τοῦ χρυσίου ὀλίγον ἐπιστάξαι αὐτοῖς· εἰ γὰρ ταῦτα, φασί, ποιήσετε, μηδὲ ἀμφισβητεῖν ὑμῖν ἔτι τῶν ἀγαθῶν ἐπὶ τοῦ Διός, εἰ δὲ μή, ἀπειλοῦσι προσκαλέσασθαι ἐπὶ τὸν ἀναδασμόν, ἐπειδὰν τὸ πρῶτον δίκας ὁ Ζεὺς προθῇ. ταῦτά ἐστιν οὐ πάνυ χαλεπὰ ὑμῖν ἀπὸ τοσούτων ἃ καλῶς ποιοῦντες ἔχετε.

νὴ Δία καὶ τῶν δείπνων πέρι, ὡς συνδειπνοῖεν ὑμῖν, καὶ τοῦτο προσθεῖναι ἠξίουν τῇ ἐπιστολῇ ὡς νῦν γε μόνους ὑμᾶς τρυφᾶν ἐπικλεισαμένους τὰς θύρας· εἰ δέ ποτε κἀκείνων τινὰς ἑστιᾶν διὰ μακροῦ ἐθελήσετε, πλέον τοῦ εὐφραίνοντος ἐνεῖναι τὸ ἀνιαρὸν τῷ δείπνῳ, καὶ τὰ πολλὰ ἐφʼ ὕβρει αὐτῶν γίνεσθαι, οἷον ἐκεῖνο τὸ μὴ τοῦ αὐτοῦ οἴνου συμπίνειν, Ἡράκλεις, ὡς ἀνελεύθερον· καὶ καταγινώσκειν αὐτῶν ἐκείνων ἄξιον, ὅτι μὴ μεταξὺ ἀναστάντες οἴχονται ὅλον ὑμῖν τὸ συμπόσιον καταλιπόντες. ἀλλʼ οὐδὲ ἐς κόρον ὅμως φασὶ πίνειν·

p.319
τοὺ γὰρ οἰνοχόους ὑμῶν ὥσπερ τοὺς Ὀδυσσέως ἑταίρους κηρῷ βεβύσθαι τὰ ὦτα. τὰ μὲν γὰρ ἄλλα οὕτως αἰσχρά ἐστιν, ὥστε ὀκνῶ λέγειν, ἃ περὶ τῆς νομῆς τῶν κρεῶν αἰτιῶνται καὶ τῶν διακόνων, ὑμῖν μὲν παρεστώτων, ἔστʼ ἂν ὑπερεμφορηθῆτε, ἐκείνους δὲ παραθεόντων, καὶ ἄλλα πολλὰ τοιαῦτα μικροπρεπῆ καὶ ἥκιστα ἐλευθέροις πρέποντα. τὸ γοῦν ἥδιστον καὶ συμποτικώτερον ἡ ἰσοτιμία ἐστί, καὶ ὁ ἰσοδαίτης τούτου ἕνεκα ἡγεῖται ὑμῖν τῶν συμποσίων, ὡς τὸ ἴσον ἅπαντες ἔχοιεν.

ὁρᾶτε οὖν ὅπως μηκέτι ὑμᾶς αἰτιάσωνται, ἀλλὰ τιμήσωσι καὶ φιλήσωσι τῶν ὀλίγων τούτων μεταλαμβάνοντες, ὧν ὑμῖν μὲν ἡ δαπάνη ἀνεπαίσθητος, ἐκείνοις δὲ ἐν καιρῷ τῆς χρείας ἡ δόσις ἀείμνηστος. ἄλλως τε οὐδʼ ἂν οἰκεῖν δύναισθε τὰς πόλεις μὴ οὐχὶ καὶ πενήτων συμπολιτευομένων, καὶ μυρία πρὸς τὴν εὐδαιμονίαν ὑμῖν συντελούντων, οὐδʼ ἂν ἔχοιτε τοὺς θαυμάζοντας ὑμῶν τὸν πλοῦτον, ἢν μόνοι καὶ ἰδίᾳ καὶ ὑπὸ σκότῳ πλουτῆτε. ἰδέτωσαν οὖν πολλοὶ καὶ θαυμασάτωσαν ὑμῶν τὸν ἄργυρον καὶ τὰς τραπέζας καὶ προπινόντων φιλοτησίας, μεταξὺ πίνοντες περισκοπείτωσαν τὸ ἔκπωμα καὶ τὸ βάρος ἴστωσαν αὐτοὶ διαβαστάσαντες καὶ τῆς ἱστορίας τὸ ἀκριβὲς καὶ τὸν χρυσὸν ὅσος, ὃς ἐπανθεῖ τῇ τέχνῃ. πρὸς γὰρ τῷ χρηστοὺς καὶ φιλανθρώπους ἀκούειν καὶ τοῦ φθονεῖσθαι ὑπʼ αὐτῶν ἔξω γενήσεσθε. τίς γὰρ ἄν φθονήσειε τῷ κοινωνοῦντι καὶ διδόντι τῶν μετρίων; τίς δʼ οὐκ ἄν εὔξαιτο εἰς τὸ μήκιστον διαβιῶναι αὐτὸν ἀπολαύοντα τῶν ἀγαθῶν; ὡς δὲ νῶν ἔχετε, ἀμάρτυρος μὲν ἡ εὐδαιμονία, ἐπίφθονος δὲ ὁ πλοῦτος, ἀηδὴς δὲ ὁ βίος.

Οὐδὲ γὰρ οὐδὲ ὁμοίως ἡδὺ, οἶμαι, μόνον ἐμπίπλασθαι, ὥσπερ τοὺς λέοντάς φασι καὶ τοὺς μονιοὺς τῶν λύκων, καὶ συνόντας δεξιοῖς ἀνδράσι καὶ πάντα χαρίζεσθαι πειρωμενοις, οἳ πρῶτα μὲν οὐ κωφὸν καὶ ἄφωνον

p.320
ἐάσουσι τὸ συμπόσιον εἶναι, ἀλλʼ ἐν μύθοις συμποτικοῖς καὶ σκώμμασιν ἀνεπαχθέσι καὶ φιλοφροσύναις ποικίλαις συνέσονται, οἷαι ἥδισται διατριβαί, φίλαι μὲν Διονύσῳ καὶ Ἀφροδίτῃ, φίλαι δὲ Χάρισιν, ἔπειτα δὲ πρὸς ἅπαντας ἐς τὴν ὑστεραίαν διηγούμενοι ὑμῶν τὴν δεξιότητα φιλεῖσθαι παρασκευάσουσι. ταῦτα πολλοῦ πρίασθαι καλῶς εἶχεν.

ἐπεὶ ἐρήσομαι ὑμᾶς, εἰ μύοντες οἱ πένητες βαδίζοιεν — ὑποθώμεθα γὰρ οὕτως — οὐκ ἂν ὑμᾶς ἠνίασεν οὐκ ἔχοντας οἷς ἐπιδείξαισθε τὰς ἁλουργεῖς ἐσθῆτας καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος ἢ τῶν δακτυλίωι τὸ μέγεθος; ἐῶ λέγειν ὡς καὶ ἐπιβουλὰς καὶ μίση παρὰ τῶν πενήτων ἀναγκαῖον ἐγγίνεσθαι πρὸς ὑμᾶς, ἢν μόνοι τρυφᾶν ἐθέλητε· ἃ μὲν γὰρ εὔξασθαι καθʼ ὑμῶν ἀπειλοῦσιν, ἀποτρόπαια, μηδὲ γένοιτο εἰς ἀνάγκην αὐτοὺς καταστῆναι τῆς εὐχῆς· ἐπεὶ οὔτε ἀλλάντων γεύσεσθε οὔτε πλακοῦντος ἢ εἴ τι λείψανον τῆς κυνός, ἡ φακῆ δὲ ὑμῖν σαπέρδην ἐντετηκότα ἕξει, ὗς δὲ καὶ ἔλαφος ὀπτώμενοι μεταξὺ δρασμὸν βουλεύσουσιν ἐκ τοῦ ὀπτανείου ἐς τὸ ὄρος, καὶ ὄρνις ψύττα κατατείνασαι ἄπτεροι καὶ αὗται παρʼ αὐτοὺς τοὺς πένητας ἐκπετήσονται· τὸ δὲ μέγιστον, οἱ ὡραιότατοι τῶν οἰνοχόων φαλακροὶ ἐν ἀκαρεῖ τοῦ χρόνου ὑμῖν γενήσονται, ἐπὶ κατεαγότι καὶ ταῦτα τῷ ἀμφορεῖ. πρὸς τάδε βουλεύεσθε ἃ καὶ τῇ ἑορτῇ πρέποντα γένοιτʼ ἂν καὶ ὑμῖν ἀσφαλέστατα, καὶ ἐπικουφίζετε πολλὴν τὴν πενίαν αὐτοῖς ἀπʼ ὀλίγου τελέσματος φίλους οὐ μεμπτοὺς ἕξοντες.

οἱ πλούσιοι τῷ Κρόνῳ χαίρειν. πρὸς γὰρ σὲ οἴει μόνον ὑπὸ τῶν πενήτων ταῦτα γεγράφθαι, ὦ Κρόνε, οὐχὶ δὲ καὶ ὁ Ζεὺς ἤδη ἐκκεκώφηται πρὸς αὐτῶν

p.321
ἀναβοώντων καὶ αὐτὰ δὴ ταῦτα τὸν ἀναδασμὸν ἀξιούντων γενέσθαι καὶ αἰτιωμένων τήν τε εἱμαρμένην ὡς ἄνισον τὴν νομὴν πεποιημένην καὶ ἡμᾶς ὅτι μηδενὸς αὐτοῖς μεταδιδόναι ἀξιοῦμεν; ἀλλʼ οἶδεν ἐκεῖνος, ἅτε Ζεὺς ὤν, παρʼ οἷστισιν ἡ αἰτία, καὶ διὰ τοῦτο παρακούει αὐτῶν τὰ πολλά. σοὶ δὲ ὅμως ἀπολογησόμεθα, ἐπείπερ ἄρχεις γε νῦν ἡμῶν. ἡμεῖς μὲν γὰρ ἅπαντα πρὸ ὀφθαλμῶν λαβόντες ἅ γέγραφας, ὡς καλὸν ἐπικουρεῖν ἀπὸ πολλῶν τοῖς δεομένοις καὶ ὡς ἥδιον συνεῖναι καὶ συνευωχεῖσθαι τοῖς πένησιν, ἀεὶ διετελοῦμεν οὕτως ποιοῦντες ἰσοδίαιτοι καθεστῶτες, ὡς ἂν μηδὲ τὸν συνδαίτην αὐτὸν αἰτιάσασθαί τι.

οἱ δὲ ὀλίγων ἐν ἀρχῇ δεῖσθαι φάσκοντες, ἐπειδήπερ ἅπαξ αὐτοῖς ἀνεπετάσαμεν τὰς θύρας, οὐκ ἀνίεσαν ἄλλα ἐπʼ ἄλλοις αἰτοῦντες· εἰ δὲ μὴ πάντα εὐθὺς μηδὲ πρὸς ἔπος λαμβάνοιεν, ὀργὴ καὶ μῖσος καὶ πρόχειροι αἱ βλασφημίαι· κἂν εἴ τι ἐπιψεύδοιντο ἡμῖν, ἀλλʼ οἵ γε ἀκούοντες ἐπίστευον ἂν ὡς ἀκριβῶς εἰδόσιν ἐκ τοῦ συγγεγονέναι. ὥστε δυοῖν θάτερον, ἤ μὴ διδόντα ἐχθρὸν εἶναι πάντως ἔδει ἢ πάντα προϊέμενον αὐτίκα μάλα πένεσθαι καὶ τῶν αἰτούντων καὶ αὐτὸν εἶναι.

καὶ τὰ μὲν ἄλλα μέτρια· ἐν δὲ τοῖς δείπνοις αὐτοῖς ἀμελήσαντες τοῦ ἐμπίπλασθαι καὶ γαστρίζεσθαι καὶ αὐτοί, ἐπειδὰν πλεῖον τοῦ ἱκανοῦ ἐμπίωσιν, ἢ παιδὸς ὡραίου μεταξὺ ἀναδόντος τὸ ἔκπωμα ἔνυξαν τὴν χεῖρα ἢ παλλακῇ ἢ γαμετῇ γυναικὶ ἐπεχείρησαν· εἶτα κατεμέσαντες τοῦ συμποσίου ἐς τὴν ὑστεραίαν λοιδοροῦνται ἡμῖν κατελθόντες, ὡς ἐδίψησαν καὶ ὡς λιμῷ συνῆσαν διηγούμενοι. καὶ εἴ σοι ταῦτα καταψεύδεσθαι αὐτῶν δοκοῦμεν, τὸν ὑμέτερον παράσιτον ἀναμνήσθητι τὸν Ἰξίονα, ὃς ἀξιωθεὶς κοινῆς τραπέζης, ἀξίωμα ἴσον ἔχων ὑμῖν, τῇ Ἥρᾳ μεθυσθεὶς ἐπεχείρει ὁ γενναῖος.

ταῦτʼ ἐστὶ καὶ τὰ τοιαῦτα, ὑφʼ ὧν ἡμεῖς ἐβουλευσάμεθα πρὸς τὸ λοιπὸν

p.322
ἀσφαλείας τῆς ἡμετέρας ἕνεκεν μηκέτι ἐπιβατὸν αὐτοῖς ποιεῖν τὴν οἰκίαν. εἰ δὲ ἐπὶ σοῦ συνθοῖντο μετρίων δεήσεσθαι, ὥσπερ νῦν φασι, μηδὲν δὲ ὑβριστικὸν ἐν τοῖς συμποσίοις ὥσπερ νῦν φασι, μηδὲν δὲ ὑβριστικὸν ἐν τοῖς συμποσίοις ἐργάσεσθαι, κοινωνούντων ἡμῖν καὶ συνδειπνούντων τύχῃ τῇ ἀγαθῇ. καὶ τῶν ἱματίων, ὡς σὺ κελεύεις, πέμψομεν καὶ τοῦ χρυσίου ὁπόσον οἷόν τε καὶ προσδαπανήσομεν, καὶ ὅλως οὐδὲν ἐλλείψομεν· καὶ αὐτοὶ δὲ ἀφέμενοι τοῦ κατὰ τέχνην ὁμιλεῖν ἡμῖν φίλοι ἀντὶ κολάκων καὶ παρασίτων ἔστωσαν. ὡς ἡμᾶς γε οὐδὲν ἂν αἰτιάσαιο κἀκείνων τὰ δέοντα ποιεῖν ἐθελόντων.