Saturnalia
Lucian of Samosata
Lucian. Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teubner, 1913.
τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν· ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδʼ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται. ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε ὅπως μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων· ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων, ἀλλʼ εἰς τὸν Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται, ἀλλὰ τὴν μὲν ἅρτην εἶχε πάνυ τεθηγμένην· τὰ δʼ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι ὑμῖν ἄξια.
ἰδὼν γάρ με σκυθρωπόν, ἐπὶ συννοίας βαδίζοντα, ὥσπερ εἰκὸς ἦν θεόν, ἔγνω αὐτίκα τὴν αἰτίαν τῆς λύπης τίς ἐστί μοι, καὶ ὡς τὴν πενίαν δυσχεραίνοιμι οὐ κατὰ τὴν ὥραν μονοχίτων· καὶ γὰρ κρύος καὶ βορρᾶς πολὺς καὶ κρύσταλλοι καὶ χιών· ἐγὼ δὲ ἥκιστα ἐπεφράγμην πρὸς αὐτά. ἀλλʼ ὅτι καὶ τῆς ἑορτῆς πάνυ πλησιαζούσης ἑώρων τοὺς μὲν ἄλλους παρασκευαζομένους ὅπως θύσωσι καὶ εὐωχήσωνται, ἐμαυτῷ 20%2
ἐγώ, ἦ δʼ ὅς, διδάξομαί σε· κᾆτα ἀρξάμενος ἐδίδασκεν. εἶτα ἐπειδὴ πάντα ἠπιστάμην, Καὶ εἰπὲ αὐτοῖς, ἔφη, ὅτι ἢν μὴ τοῦτο ποιῶσι, μὴ μάτην ἐγὼ τὴν ἅρπην ταύτην ὀξεῖαν περιφέρω, ἢ γελοῖος ἂν εἴην τὸν μὲν πατέρα ἐκτομίαν πεποιηκὼς τὸν Οὐρανόν, τοὺς δὲ πλουσίους μὴ εὐνουχίζων, ὁπόσοι ἂν παρανομήσωσιν, ὡς ἀγείροιεν τῇ μητρὶ σὺν αὐλοῖς καὶ τυμπάνοις βάκηλοι γενόμενοι. ταῦτα ἠπείλησεν. ὥστε καλῶς ἔχει ὑμῖν μὴ παραβαίνειν τοὺς θεσμούς.
μηδένα μηδὲν μήτε ἀγοραῖον μήτε ἴδιον πράττειν ἐντὸς τῆς ἑορτῆς ἢ ὅσα ἐς παιδιὰν καὶ τρυφὴν καὶ θυμηδίαν, ὀψοποιοὶ μόνοι καὶ πεμματουργοὶ ἐνεργοὶ ἔστωσαν. ἰσοτιμία πᾶσιν ἔστω καὶ δούλοις καὶ ἐλευθέροις καὶ πένησι καὶ πλουσίοις. ὀργίζεσθαι ἢ ἀγανακτεῖν ἢ ἀπειλεῖν μηδενὶ ἐξέστω. λογισμοὺς παρὰ τῶν ἐπιμελουμένων
πρὸ πολλοῦ τῆς ἑορτῆς οἱ πλούσιοι γραφόντων κὲν ἐς πινάκιον ἑκάστου τῶν φίλων τοὔνομα, ἐχόντων δὲ καὶ ἀργύριον ἕτοιμον ὅσον τῶν κατʼ ἔτος προσιόντων τὸ δέκατον καὶ ἐσθῆτα τῆς οὔσης τὴν περιττὴν καὶ ὅση παχυτέρα ἢ κατʼ αὐτοὺς κατασκευή, καὶ τῶν ἀργυρῶν οὐκ ὀλίγα. ταῦτα μὲν πρόχειρα ἔστω. τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω καὶ ὑπʼ αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία καὶ ὅσα τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν. ἐπειδὰν δὲ καθαρὰν τὴν οἰκίαν ἐξεργάσωνται, θυόντων Διὶ πλουτοδότῃ καὶ Ἑρμῇ δώτορι καὶ Ἀπόλλωνι μεγαλοδώρῳ. εἶτα περὶ δείλην ὀψίαν ἀναγινωσκέσθω μὲν σφίσι τὸ φιλικὸν ἐκεῖνο πινάκιον.
κατανείμαντες δὲ αὐτοὶ κατʼ ἀξίαν ἑκάστῳ πρὶν ἥλιον δῦναι πεμπόντων τοῖς φίλοις. οἱ δὲ ἀποκομίζοντες μὴ πλείους τριῶν ἢ τεττάρων, οἱ πιστότατοι τῶν οἰκετῶν, ἤδη πρεσβῦται. ἐγγραψάσθω δὲ ἐς γραμμάτιον ὅ τι τὸ πεμπόμενον καὶ ὅσον, ὡς μὴ ἀμφότεροι ὑποπτεύοιεν τοὺς διακομίζοντας. αὐτοὶ δὲ οἱ οἰκέται μίαν κύλικα ἕκαστος πιόντες ἀποτρεχόντων, ἀπαιτούντων δὲ μηδὲν πλέον. τοῖς πεπαιδευμένοις διπλάσια πάντα πεμπέσθω· ἄξιον γὰρ διμοιρίτας εἶναι. τὰ δὲ ἐπὶ τοῖς δώροις λεγόμενα ὡς μετριώτατα καὶ ὀλίγιστα ἔστω· ἐπαχθὲς δὲ μηδεὶς μηδὲν συνεπιστελλέτω μηδὲ ἐπαινείτω τὰ πεμπόμενα. πλούσιος πλουσίῳ μηδὲν πεμπέτω μηδὲ ἑστιάτω Κρονίοις ὁ πλούσιος τὸν ίσότιμον.
ἀπέστω δὲ καὶ τῶν λαμβανόντων μεμψιμοιρία, καὶ τὸ πεμφθὲν ὁποῖον ἂν ᾖ, μέγα δοκείτω. οἴνου ἀμφορεὺς ἢ λαγὼς ἢ ὄρνις παχεῖα Κρονίων δῶρον μὴ δοκείτω· μηδὲ τὰς Κρονικὰς δωρεὰς εἰς γέλωτα φερέτωσαν. ἀντιπεμπέτω δὲ ὁ πένης τῷ πλουσίῳ ὁ μὲν πεπαιδευμένος βιβλίον τῶν παλαιῶν, εἴ τι εὔφημον καὶ συμποτικόν, ἢ αὐτοῦ σύγγραμμα ὁποῖον ἂν δύνηται, καὶ τοῦτο λαμβανέτω ὁ πλούσιος πάνυ φαιδρῷ τῷ προσώπῳ καὶ λαβὼν ἀναγινωσκέτω εὐθύς, ἢν δὲ ἀπωθῆται ἢ ἀπορρίψῃ, ἴστω τῆ τῆς ἅρπης ἀπειλῇ ἔνοχος ὤν, κἂν πέμψῃ ὅσα ἐχρῆν· οἱ δὲ ἄλλοι οἱ μὲν στεφάνους, οἱ δὲ λιβανωτοῦ χόνδρους πεμπόντων. ἢν δὲ πένης ἐσθῆτα ἢ ἄργυρον ἢ χρυσὸν παρὰ τὴν δύναμιν πέμψῃ πλουσίῳ, τὸ μὲν πεμφθὲν ἔστω δημόσιον καὶ καταπραθὲν ἐμβαλλέσθω εἰς τὸν θησαυρὸν τοῦ Κρόνου, ὁ δὲ πένης ἐς τὴν ὑστεραίαν πληγὰς παρὰ τοῦ πλουσίου λαμβανέτω τῷ νάρθηκι εἰς τὰς χεῖρας οὐκ ἐλάττους διακοσίων καὶ πεντήκοντα.
λούεσθαι μὲν ὁπόταν τὸ στοιχεῖον ἑξάπουν ᾖ, τὰ δὲ πρὸ τοῦ λουτροῦ κάρυα καὶ πεττοὶ ἔστωσαν. κατακείσθω ὅπου ἂν τύχῃ ἕκαστος· ἀξίωμα ἢ γένος ἢ πλοῦτος ὀλίγον συντελείτω ἐς προνομήν. οἴνου τοῦ αὐτοῦ πίνειν ἅπαντας· μηδʼ ἔστω πρόφασις τῷ πλουσίῳ ἢ στομάχου ἢ κεφαλῆς ὀδύνη, ὡς μόνον διʼ αὐτὴν πίνειν τοῦ
ὁ οἰνοχόος ὀξὺ δεδορκέτω ἐκ περιωπῆς ἐς ἕκαστον, καὶ ἔλαττον ἐς τὸν δεσπότην, καὶ ἐπʼ ὀξύτερον ἀκουέτω. καὶ κύλικες παντοῖαι. καὶ ἐξέστω παρέχειν, ἤν τις ἐθέλῃ, φιλοτησίαν. πάντες πᾶσι προπινέτωσαν, ἢν ἐθέλωσι, προπιόντος τοῦ πλουσίου. μὴ ἐπάναγκες ἔστω πίνειν, ἤν τις μὴ δύνηται. εἰς τὸ συμπόσιον μήτε ὀρχηστὴν μήτε κιθαριστὴν αὐτοὺς ἄγειν ἄρτι μανθάνοντα ἐξέστω, ἤν τις ἐθέλῃ. σκώμματος μέτρον ἔστω τὸ ἄλυπον ἐπὶ πᾶσιν. ἐπὶ πᾶσι πεττευέτωσαν ἐπὶ καρύων· ἤν τις ἐπʼ ἀργυρίῳ πεττεύσῃ, ἄσιτος ἐς τὴν ὑστεραίαν ἔστω. καὶ μενέτω καὶ ἀπίτω ἕκαστος, ὁπόταν βούληται. ἐπὰν δὲ τοὺς οἰκέτας ὁ πλούσιος εὐωχῇ, διακονούντων καὶ οἱ φίλοι σὺν αὐτῷ. τοὺς νόμους τούτους ἕκαστον τῶν πλουσίων ἐγγράψαντα ἐς χαλκῆν στήλην ἔχειν ἐν μεσαιτάτῳ τῆς αὐλῆς, καὶ ἀναγινωσκέτω. δεῖ δὲ εἰδέναι ὅτι ἔστʼ ἂν αὕτη ἡ στήλη μένῃ, οὔτε λιμὸς οὔτε λοιμὸς οὔτε πυρκαϊὰ οὔτε ἄλλο χαλεπὸν οὐδὲν εἴσεισιν εἰς τὴν οἰκίαν αὐτοῖς. ἢν δέ ποτε — ὅπερ μὴ γένοιτο — καθαιρεθῇ, ἀποτρόπαιον οἷα πείσονται.
Ἐγὼ Κρόνῳ χαίρειν. ἐγεγράφειν μὲν ἤδη σοι καὶ πρότερον δηλῶν ἐν οἷς εἴην καὶ ὡς ὑπὸ πενίας κινδυνεύοιμι μόνος ἄμοιρος εἶναι τῆς ἑορτῆς, ἣν ἐπήγγελκας,
καίτοι ἀκούω τῶν ποιητῶν λεγόντων ὡς τὸ παλαιὸν οὐ τοιαῦτα ἦν τοῖς ἀνθρώποις τὰ πράγματα σοῦ ἔτι μοναρχοῦντος, ἀλλʼ ἡ μὲν γῆ ἄσπορος καὶ ἀνήροτος ἔφυεν αὐτοῖς τὰ ἀγαθά, δεῖπνον ἕτοιμον ἑκάστῳ ἐς κόρον, ποταμοὶ δὲ οἱ μὲν οἶνον, οἱ δὲ γάλα, εἰσὶ δὲ οἳ καὶ μέλι ἔρρεον· τὸ δὲ μέγιστον, αὐτοὺς ἐκείνους φασὶ τοὺς ἀνθρώπους χρυσοῦς εἶναι, πενίαν δὲ μηδὲ τὸ παράπαν αὐτοῖς πλησιάζειν. ἡμεῖς δὲ αὐτοὶ μὲν οὐδὲ μόλυβδος ἄν εἰκότως δοκοίημεν, ἀλλʼ εἴ τι καὶ τούτου ἀτιμότερον, ἡ τροφὴ δὲ μετὰ πόνων τοῖς πλείστοις, ἡ πενία δὲ καὶ ἀπορία καὶ ἀμηχανία καὶ τὸ οἴμοι καὶ τὸ πόθεν ἄν μοι γένοιτο καὶ ὢ τῆς τύχης πολλὰ τοιαῦτα παρὰ γοῦν ἡμῖν τοῖς πένησι. καὶ ἧττον ἄν, εὖ ἴσθι, ἠνιώμεθα ἂν ἐπʼ αὐτοῖς,