Alexander

Lucian of Samosata

Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.

προλέγων δὲ πᾶσιν ἀπέχεσθαι παιδίου συνουσίας, ὡς ἀσεβὲς ὄν, αὐτὸς τοιόνδε τι ὁ γεννάδας ἐτεχνήσατο. ταῖς γὰρ πόλεσι ταῖς Ποντικαῖς καὶ ταῖς Παφλαγονικαῖς ἐπήγγελλε θεηκόλους

v.4.p.228
πέμπειν εἰς τριετίαν, ὑμνήσοντας παρʼ αὐτῷ τὸν θεόν, καὶ ἔδει δοκιμασθέντας καὶ προκριθέντας τοὺς εὐγενεστάτους καὶ ὡραιοτάτους καὶ κάλλει διαφέροντας πεμφθῆναι· οὓς ἐγκλεισάμενος ὥσπερ ἀργυρωνήτοις ἐχρῆτο, συγκαθεύδων καὶ πάντα τρόπον ἐμπαροινῶν. καὶ νόμον δὲ ἐπεποίητο, ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη μηδένα τῷ αὐτοῦ στόματι δεξιοῦσθαι μηδὲ φιλήματι ἀσπάζεσθαι, ἀλλὰ τοῖς ἄλλοις προτείνων τὴν χεῖρα κύσαι μόνους τοὺς ὡραίους κατεφίλει, καὶ ἐκαλοῦντο οἱ ἐντὸς τοῦ φιλήματος.

τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις διετέλει, γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών. καὶ ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ, εἴ τινος γυναικὶ προσβλέψειεν· εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν, ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος εἰς τὴν οἰκίαν αὐτῷ εἰσρυήσεσθαι. πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παρʼ αὐτοῦ, καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῆ λέγουσιν.

ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος, Τιανοῦ ἀνθρώπου· ὁποίου τινὸς τὴν σύνεσιν, εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. εἰπὲ γάρ μοι, ἔφη, ὦ δέσποτα Γλύκων, τίς εἶ; ἐγώ, ἦ δʼ ὅς, Ἀσκληπιὸς νέος. ἄλλος παρʼ ἐκεῖνον τὸν πρότερον; πῶς λέγεις; οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε. πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν; τρίτον πρὸς τοῖς χιλίοις. εἶτα ποῖ μεταστήσῃ; ἐς Βάκτρα καὶ τὴν ἐκεῖ γῆν· δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας

v.4.p.230
τῆς ἐμῆς. τὰ δʼ ἄλλα χρηστήρια, τὸ ἐν Διδύμοις καὶ τὸ ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς, ἔχουσι τὸν πατέρα τὸν Ἀπόλλω χρησμῳδοῦντα, ἢ[*](ἕτι σου τὸν προπάτορα ἔχει τὸν Ἀπόλλω, ἢ β.) ψευδεῖς εἰσιν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί; μηδὲ τοῦτο ἐθελήσῃς εἰδέναι· οὐ γὰρ θέμις. ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον; κάμηλος, εἶτα ἵππος, εἶτʼ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων Ἀλεξάνδρου.

Τοιαῦτα μὲν ὁ Γλύκων τῷ Σακερδῶτι διελέχθη. ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο, εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα·

Μὴ πείθου Λεπίδῳ, ἐπεὶ ἦ λυγρὸς οἶτος ὀπηδεῖ.
πάνυ γὰρ ἐδεδίει τὸν Ἐπίκουρον, ὡς προεῖπον, ὥς τινα ἀντίτεχνον καὶ ἀντισοφιστὴν τῆς μαγγανείας αὐτοῦ.

ἕνα γοῦν τινα τῶν Ἐπικουρείων, τολμήσαντα καὶ διελέγχειν αὐτὸν ἐπὶ πολλῶν τῶν παρόντων, εἰς κίνδυνον οὐ μικρὸν κατέστησεν. ὁ μὲν γὰρ προσελθὼν ἔλεγεν μεγάλῃ τῇ φωνῇ· σὺ μέντοι γε, ὦ Ἀλέξανδρε, τὸν δεῖνα Παφλαγόνα προσαγαγεῖν οἰκέτας αὐτοῦ τῷ ἡγουμένῳ τῆς Γαλατίας τὴν ἐπὶ θανάτῳ ἀνέπεισας ὡς ἀπεκτονότας τὸν υἱὸν αὐτοῦ ἐν Ἀλεξανδρείᾳ παιδευόμενον, ὁ δὲ νεανίσκος ζῇ καὶ ἐπανελήλυθε ζῶν μετὰ τὴν τῶν οἰκετῶν ἀπώλειαν, θηρίοις ὑπὸ σοῦ παραδοθέντων. τοιοῦτον δέ τι ἐγεγένητο· ἀναπλεύσας ὁ νεανίσκος εἰς Αἴγυπτον ἄχρι τοῦ Κλύσματος, πλοίου ἀναγομένου ἐπείσθη καὶ αὐτὸς εἰς Ἰνδίαν

v.4.p.232
πλεῦσαι, κἀπειδήπερ ἐβράδυνεν, οἱ δυστυχεῖς ἐκεῖνοι οἰκέται αὐτοῦ, οἰηθέντες ἢ ἐν τῷ Νείλῳ πλέοντα διεφθάρθαι τὸν νεανίσκον ἢ καὶ ὑπὸ λῃστῶν — πολλοὶ δὲ ἦσαν τότε — ἀνῃρῆσθαι, ἐπανῆλθον ἀπαγγέλλοντες αὐτοῦ τὸν ἀφανισμόν. εἶτα ὁ χρησμὸς καὶ ἡ καταδίκη, μεθʼ ἣν ἐπέστη ὁ νεανίσκος διηγούμενος τὴν ἀποδημίαν.

ὃ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ Ἀλέξανδρος ἀγανακτήσας ἐπὶ τῷ ἐλέγχῳ καὶ μὴ φέρων τοῦ ὀνείδους τὴν ἀλήθειαν ἐκέλευεν τοὺς παρόντας λίθοις βάλλειν αὐτόν, ἢ καὶ αὐτοὺς ἐναγεῖς ἔσεσθαι καὶ Ἐπικουρείους κληθήσεσθαι. τῶν δὲ βάλλειν ἀρξαμένων Δημόστρατός τις ἐπιδημῶν, τοῦ Πόντου πρῶτος, περιχυθεὶς ἐρρύσατο τοῦ θανάτου τὸν ἄνθρωπον μικροῦ δεῖν καταλευσθέντα, πάνυ δικαίως. τί γὰρ ἔδει μόνον φρονεῖν ἐν τοσούτοις μεμηνόσιν καὶ παραπολαῦσαι τῆς Παφλαγόνων μωρίας;

καὶ τὰ μὲν κατʼ ἐκεῖνον τοιαῦτα. εἰ δέ τινι, προσκαλουμένων κατὰ τάξιν τῶν χρησμῶν — πρὸ μιᾶς δὲ τοῦτο τοῦ θεσπίζειν ἐγίγνετο — καὶ ἐρομένου τοῦ κήρυκος εἰ θεσπίζει τῷδε,[*](τῷδε Ϛ, Seager; τῷ δὲ MSS.) ἀνεῖπεν ἔνδοθεν· ἐς κόρακας, οὐκέτι τὸν τοιοῦτον οὔτε στέγῃ τις ἐδέχετο οὔτε πυρὸς ἢ ὕδατος ἐκοινώνει, ἀλλʼ ἔδει γῆν πρὸ γῆς ἐλαύνεσθαι ὡς ἀσεβῆ καὶ ἄθεον καὶ Ἐπικούρειον, ἥπερ ἦν ἡ μεγίστη λοιδορία.

v.4.p.234

ἓν γοῦν καὶ γελοιότατον ἐποίησεν ὁ Ἀλέξανδρος· εὑρὼν γὰρ τὰς Ἐπικούρου κυρίας δόξας, τὸ κάλλιστον, ὡς οἶσθα, τῶν βιβλίων καὶ κεφαλαιώδη περιέχον τῆς τἀνδρὸς σοφίας τὰ δόγματα, κομίσας εἰς τὴν ἀγορὰν μέσην ἔκαυσεν ἐπὶ ξύλων συκίνων ὡς δῆθεν αὐτὸν καταφλέγων, καὶ τὴν σποδὸν εἰς τὴν θάλασσαν ἐξέβαλεν, ἔτι καὶ χρησμὸν ἐπιφθεγξάμενος·

Πυρπολέειν κέλομαι δόξας ἀλαοῖο γέροντος·
οὐκ εἰδὼς ὁ κατάρατος ὅσων ἀγαθῶν τὸ βιβλίον ἐκεῖνο τοῖς ἐντυχοῦσιν αἴτιον γίγνεται, καὶ ὅσην αὐτοῖς εἰρήνην καὶ ἀταραξίαν καὶ ἐλευθερίαν ἐνεργάζεται, δειμάτων μὲν καὶ φασμάτων καὶ τεράτων ἀπαλλάττον καὶ ἐλπίδων ματαίων καὶ περιττῶν ἐπιθυμιῶν, νοῦν δὲ καὶ ἀλήθειαν ἐντιθὲν καὶ καθαῖρον ὡς ἀληθῶς τὰς γνώμας, οὐχ ὑπὸ δᾳδὶ καὶ σκίλλῃ καὶ ταῖς τοιαύταις φλυαρίαις, ἀλλὰ λόγῳ ὀρθῷ καὶ ἀληθείᾳ καὶ παρρησίᾳ.

ἐν δὲ τοῖς ἄλλοις ἕν τι καὶ μέγιστον τόλμημα τοῦ μιαροῦ ἀνδρὸς ἄκουσον. ἔχων γὰρ οὐ μικρὰν ἐπίβασιν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ῥουτιλιανὸν εὐδοκιμοῦντα, διαπέμπεται χρησμὸν τοῦ ἐν Γερμανίᾳ πολέμου ἀκμάζοντος, ὅτε θεὸς Μάρκος ἤδη τοῖς Μαρκομάνοις καὶ Κουάδοις συνεπλέκετο. ἠξίου δὲ ὁ χρησμὸς δύο λέοντας ἐμβληθῆναι ζῶντας εἰς τὸν Ἴστρον μετὰ πολλῶν

v.4.p.236
ἀρωμάτων καὶ θυσιῶν μεγαλοπρεπῶν. ἄμεινον δὲ αὐτὸν εἰπεῖν τὸν χρησμόν·
  1. Ἐς δίνας Ἴστροιο διιπετέος ποταμοῖο
  2. ἐσβαλέειν κέλομαι δοιοὺς Κυβέλης θεράποντας,
  3. θῆρας ὀριτρεφέας, καὶ ὅσα τρέφει Ἰνδικὸς ἀὴρ
  4. ἄνθεα καὶ βοτάνας εὐώδεας· αὐτίκα δʼ ἔσται
  5. νίκη καὶ μέγα κῦδος ἅμʼ εἰρήνῃ ἐρατεινῇ.
γενομένων δὲ τούτων ὡς προσέταξεν, τοὺς μὲν λέοντας ἐκνηξαμένους εἰς τὴν πολεμίαν οἱ βάρβαροι ξύλοις κατειργάσαντο ὥς τινας κύνας ἢ λύκους ξενικούς· αὐτίκα δὲ τὸ μέγιστον τραῦμα τοῖς ἡμετέροις ἐγένετο, δισμυρίων που σχεδὸν ἀθρόων[*](ἀθρόων N, vulg.: ἀθρόον γβ.) ἀπολομένων. εἶτα ἐπηκολούθησε τὰ περὶ Ἀκυληΐαν γενόμενα καὶ ἡ παρὰ μικρὸν τῆς πόλεως ἐκείνης ἅλωσις. ὁ δὲ πρὸς τὸ ἀποβεβηκὸς τὴν Δελφικὴν ἐκείνην ἀπολογίαν καὶ τὸν τοῦ Κροίσου χρησμὸν ψυχρῶς παρῆγεν· νίκην μὲν γὰρ προειπεῖν τὸν θεόν, μὴ μέντοι δηλῶσαι Ῥωμαίων ἢ τῶν πολεμίων.

ἤδη δὲ πολλῶν ἐπὶ πολλοῖς ἐπεισρεόντων καὶ τῆς πόλεως αὐτῶν θλιβομένης ὑπὸ τοῦ πλήθους τῶν ἐπὶ τὸ χρηστήριον ἀφικνουμένων καὶ τὰ ἐπιτήδεια διαρκῆ μὴ ἐχούσης, ἐπινοεῖ τοὺς

v.4.p.238
νυκτερινοὺς καλουμένους χρησμούς. λαμβάνων γὰρ τὰ βιβλία ἐπεκοιμᾶτο, ὡς ἔφασκεν, αὐτοῖς καὶ ὡς ὄναρ παρὰ τοῦ θεοῦ ἀκούων ἀπεκρίνετο, οὐ μέντοι σαφεῖς τοὺς πολλούς, ἀλλʼ ἀμφιβόλους καὶ τεταραγμένους καὶ μάλιστα εἴ ποτε θεάσαιτο περιεργότερον τὸ βιβλίον κατεσφραγισμένον. οὐ γὰρ παρακινδυνεύων, τὸ ἐπελθὸν[*](ἐπελθὸν vulg.: ὑπελθὸν γ. οὐ γὰρ παρακινῶν τὸ ἕδεθλον β.) ἄλλως ὑπέγραφε, χρησμοῖς πρέπον καὶ τὸ τοιοῦτον οἰόμενος. καὶ ἦσάν τινες ἐξηγηταὶ ἐπὶ τοῦτο καθήμενοι καὶ μισθοὺς οὐκ ὀλίγους ἐκλέγοντες παρὰ τῶν τοὺς τοιούτους χρησμοὺς λαμβανόντων ἐπὶ τῇ ἐξηγήσει καὶ διαλύσει αὐτῶν. καὶ τοῦτο αὐτῶν τὸ ἔργον ὑπόμισθον ἦν· ἐτέλουν γὰρ οἱ ἐξηγηταὶ τῷ Ἀλεξάνδρῳ τάλαντον Ἀττικὸν ἑκάτερος.

ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος, ἀλλʼ οὐδὲ ὅλως ὄντος ἐχρησμῴδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων, οἷον καὶ τοῦτο·

  1. Δίζεαι ὅστις σὴν ἄλοχον μάλα πάγχυ λεληθὼς
  2. Καλλιγένειαν ὑπὲρ λεχέων σαλαγεῖ κατὰ δῶμα;
  3. δοῦλος Πρωτογένης, τῷ δὴ σύ γε πάντα πέποιθας.
  4. ὤπυιες γὰρ ἐκεῖνον, ὁ δʼ αὖθις σὴν παράκοιτιν,
  5. ἀντίδοσιν ταύτην ὕβρεως ἄκρην[*](ἄκρην Harmon: ἀκαρὴν β, ἰδίας γ, edd.) ἀποτίνων.
  6. ἀλλʼ ἐπὶ σοὶ δὴ φάρμακʼ ἀπʼ αὐτῶν λυγρὰ τέτυκται,
  7. ὡς μήτʼ εἰσαΐοις μήτʼ εἰσοράοις ἃ ποιοῦσιν.
  8. v.4.p.240
  9. εὑρήσεις δὲ κάτω ὑπὸ σῷ λέχει ἀγχόθι τοίχου
  10. πρὸς κεφαλῆς. καὶ σὴ θεράπαινα σύνοιδε Καλυψώ.
τίς οὐκ ἂν Δημόκριτος διεταράχθη ἀκούσας ὀνόματα καὶ τόπους ἀκριβῶς, εἶτα μετʼ ὀλίγον κατέπτυσεν ἄν, συνεὶς τὴν ἐπίνοιαν αὐτῶν;

[*](καὶ βαρβάροις Chapters 51 and 52 transposed by Fritzsche.) Ἄλλῳ[*](ἄλλῳ A.M.H: ἄλλος βγ. But for οὔτε ὅλως β has οὔτε ἄλλῳ—the correction introduced in the wrong place.) πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον, λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Βουβάλου, οἳ καὶ ἤδη δέδενται ληφθέντες.

ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, Συριστὶ ἢ Κελτιστί, ῥᾳδίως[*](οὐ ῥᾳδίως β.) ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν. διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας, ὡς ἐν τοσούτῳ κατὰ σχολὴν λύοιντό τε οἱ χρησμοὶ ἀσφαλῶς καὶ εὑρίσκοιντο οἱ ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα. οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρησμὸς ἦν·

μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος.[*](φάος Text Γ: μορφεῦ· μάργουλος ἰσχιάγχνε χι φι φάος δα U (β group). B reads as U, but βάργονλος and δάος.)

v.4.p.242

ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον· ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος,

Σαβαρδαλαχου μαλαχααττηαλος ἦν.[*](Σαβαρδαλαχου μαλαχααττηαλος ἦν Text Γ: σαμαρδάχον μαλα ἄττης ἀλλοήν U, σαβαρδάχον μάλα ἄττης ἄλλο ἦν B.)

Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπʼ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου — ἐρωτηθεὶς γὰρ ἐφʼ ὅ τι ἧκεν, θεραπείας, ἔφη, αἰτήσων πρὸς ὀδύνην πλευροῦ —

Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος[*](κέλητος Seidler: κελητοῦε γ, καὶ λητοῦς β.)·
τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱ[*](εἴτε οἱ Seager: εἰ δέοι β, εἴτε μοι γ) πλεῦσαι ἐπʼ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον·
μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ κατʼ οἶμον[*](κατ' οἶμον vulg.: καθ' οἷμον βγ.) ὅδευε.

πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· τοῦ δεῖνος χρησμοὶ ὀκτώ, ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις

v.4.p.244
πέμψας· ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν — ἦν δὲ αὕτη· πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος; — ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας.

ἅπερ ὕστερον αἰσθόμενος, καὶ ὅτι Ῥουτιλιανὸν ἐγὼ ἀπέτρεπον τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν, ἐμίσει, ὡς τὸ εἰκός, καὶ ἔχθιστον ἡγεῖτο. καί ποτε περὶ ἐμοῦ ἐρομένῳ τῷ Ῥουτιλιανῷ ἔφη·

Νυκτιπλάνοις ὀάροις χαίρει κοίταις τε δυσάγνοις.
καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ.

κἀπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ᾔσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός — ἐπηγόμην δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας, φίλου τότε ὄντος, λαβών, ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταν — αὐτίκα μεταστέλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης. ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν· συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ. καὶ ὁ μὲν προὔτεινέ μοι κύσαι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων, δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα.

οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν, ἀλλὰ μὴ προφήτην προσεῖπον· ὁ δὲ πάνυ γεννικῶς

v.4.p.246
καρτερήσας κατέπαυέν τε αὐτοὺς καὶ ὑπισχνεῖτο τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν τὴν Γλύκωνος ἀρετήν, ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται. καὶ μεταστησάμενος ἅπαντας ἐδικαιολογεῖτο πρός με, λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπʼ ἐμοῦ Ῥουτιλιανῷ συμβουλευόμενα, καὶ τί παθὼν ταῦτά με εἰργάσω, δυνάμενος ὑπʼ ἐμοῦ ἐπὶ μέγα προαχθῆναι παρʼ αὐτῷ; κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φιλοφροσύνην ταύτην ὁρῶν οἷ κινδύνου καθειστήκειν, καὶ μετʼ ὀλίγον προῆλθον φίλος γεγενημένος. καὶ τοῦτο οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν, οὕτω ῥᾳδία γενομένη μου ἡ μεταβολή.

εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψας — μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφώς — ὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας. κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτο εἶναι καὶ δεξιόν· ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας. ἦν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἀλεξάνδρου ἀραμένους ῥῖψαι ἡμᾶς εἰς τὴν θάλασσαν· ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ. ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι, καὶ πρὸς ἐμὲ ἔφη, ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην, ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φόνῳ

v.4.p.248
τὰς χεῖρας, δηλῶν ἐφʼ ὅπερ ἡμᾶς ἀνειλήφει, καὶ τὰ ὑπὸ τοῦ Ἀλεξάνδρου προστεταγμένα.

καταθέμενος δὲ ἡμᾶς ἐν Αἰγιαλοῖς, ὧν καὶ ὁ καλὸς Ὅμηρος μέμνηται, ὀπίσω ἀπήλαυνον.

ἔνθα ἐγὼ παραπλέοντας εὑρὼν Βοσποριανούς τινας, πρέσβεις παρʼ Εὐπάτορος τοῦ βασιλέως εἰς τὴν Βιθυνίαν ἀπιόντας ἐπὶ κομιδῇ τῆς ἐπετείου συντάξεως, καὶ διηγησάμενος αὐτοῖς τὸν περιστάντα ἡμᾶς κίνδυνον, καὶ δεξιῶν αὐτῶν τυχών, ἀναληφθεὶς ἐπὶ τὸ πλοῖον διασώζομαι εἰς τὴν Ἄμαστριν, παρὰ τοσοῦτον ἐλθὼν ἀποθανεῖν.

τοὐντεῦθεν καὶ αὐτὸς ἐπεκορυσσόμην αὐτῷ καὶ πάντα κάλων ἐκίνουν ἀμύνασθαι βουλόμενος, καὶ πρὸ τῆς ἐπιβουλῆς ἤδη μισῶν αὐτὸν καὶ ἔχθιστον ἡγούμενος διὰ τὴν τοῦ τρόπου μιαρίαν, καὶ πρὸς τὴν κατηγορίαν ὡρμήμην πολλοὺς συναγωνιστὰς ἔχων καὶ μάλιστα τοὺς ἀπὸ Τιμοκράτους τοῦ Ἡρακλεώτου φιλοσόφου· ἀλλʼ ὁ τότε ἡγούμενος Βιθυνίας καὶ τοῦ Πόντου Αὔειτος[*](Αὔειτος Burmeister: ἄνεκτος β, αὐτὸς γ) ἐπέσχε, μονονουχὶ ἱκετεύων καὶ ἀντιβολῶν παύσασθαι· διὰ γὰρ τὴν πρὸς Ῥουτιλιανὸν εὔνοιαν μὴ ἂν δύνασθαι, καὶ εἰ φανερῶς λάβοι ἀδικοῦντα, κολάσαι αὐτόν. οὕτω μὲν ἀνεκόπην τῆς ὁρμῆς καὶ ἐπαυσάμην οὐκ ἐν δέοντι θρασυνόμενος ἐφʼ οὕτω δικαστοῦ διακειμένου.

v.4.p.250

ἐκεῖνο δὲ πῶς οὐ μέγα ἐν τοῖς ἄλλοις τὸ τόλμημα τοῦ Ἀλεξάνδρου, τὸ αἰτῆσαι παρὰ τοῦ αὐτοκράτορος μετονομασθῆναι τὸ τοῦ Ἀβώνου τεῖχος καὶ Ἰωνόπολιν κληθῆναι, καὶ νόμισμα καινὸν κόψαι ἐγκεχαραγμένον τῇ μὲν τοῦ Γλύκωνος, κατὰ θάτερα δὲ Ἀλεξάνδρου, στέμματά τε τοῦ πάππου Ἀσκληπιοῦ καὶ τὴν ἅρπην ἐκείνην τοῦ πατρομήτορος Περσέως ἔχοντος;

προειπὼν δὲ διὰ χρησμοῦ περὶ αὑτοῦ ὅτι ζῆσαι εἵμαρται αὐτῷ ἔτη πεντήκοντα καὶ ἑκατόν, εἶτα κεραυνῷ βληθέντα ἀποθανεῖν, οἰκτίστῳ τέλει οὐδὲ ἑβδομήκοντα ἔτη γεγονὼς ἀπέθανεν, ὡς Ποδαλειρίου υἱὸς διασαπεὶς τὸν πόδα μέχρι τοῦ βουβῶνος καὶ σκωλήκων ζέσας· ὅτεπερ καὶ ἐφωράθη φαλακρὸς ὤν, παρέχων τοῖς ἰατροῖς ἐπιβρέχειν αὐτοῦ τὴν κεφαλὴν διὰ τὴν ὀδύνην, ὃ οὐκ ἂν ποιῆσαι ἐδύναντο μὴ οὐχὶ τῆς φενάκης ἀφῃρημένης.

τοιοῦτο τέλος τῆς Ἀλεξάνδρου τραγῳδίας καὶ αὕτη τοῦ παντὸς δράματος ἡ καταστροφὴ ἐγένετο, ὡς εἰκάζειν προνοίας τινὸς τὸ τοιοῦτον, εἰ καὶ κατὰ τύχην συνέβη. ἔδει δὲ καὶ τὸν ἐπιτάφιον αὐτοῦ ἄξιον γενέσθαι τοῦ βίου, καὶ ἀγῶνά τινα συστήσασθαι ὑπὲρ τοῦ χρηστηρίου, τῶν συνωμοτῶν ἐκείνων καὶ γοήτων, ὅσοι κορυφαῖοι ἦσαν, ἀνελθόντων ἐπὶ διαιτητὴν τὸν Ῥουτιλιανόν, τίνα χρὴ προκριθῆναι αὐτῶν καὶ διαδέξασθαι τὸ μαντεῖον καὶ στεφανωθῆναι τῷ ἱεροφαντικῷ καὶ

v.4.p.252
προφητικῷ στέμματι. ἦν δὲ ἐν αὐτοῖς καὶ Παῖτος, ἰατρὸς τὴν τέχνην, πολιός τις,[*](πολιός τις Harmon: πολίτης ὃς γβ : πολιὸς ὤν Fritzche.) οὔτε ἰατρῷ πρέποντα οὔτε πολιῷ ἀνδρὶ ταῦτα ποιῶν. ἀλλʼ ὁ ἀγωνοθέτης Ῥουτιλιανὸς ἀστεφανώτους αὐτοὺς ἀπέπεμψεν αὐτῷ τὴν προφητείαν φυλάττων μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.