Alexander

Lucian of Samosata

Lucian, Vol. 4. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925.

τίνες οὖν αἱ ἐπίνοιαι, ἴσως γὰρ ἐρήσῃ με. ἄκουε τοίνυν, ὡς ἔχοις ἐλέγχειν τὰ τοιαῦτα. ἡ πρώτη μὲν ἐκείνη, ὦ φίλτατε Κέλσε· βελόνην πυρώσας τὸ ὑπὸ τὴν σφραγῖδα μέρος τοῦ κηροῦ διατήκων ἐξῄρει καὶ μετὰ τὴν ἀνάγνωσιν τῇ βελόνῃ αὖθις ἐπιχλιάνας τὸν κηρόν, τόν τε κάτω ὑπὸ τῷ λίνῳ καὶ τὸν αὐτὴν τὴν σφραγῖδα ἔχοντα, ῥᾳδίως συνεκόλλα. ἕτερος δὲ τρόπος ὁ διὰ τοῦ λεγομένου κολλυρίου· σκευαστὸν δὲ τοῦτό ἐστιν ἐκ πίττης Βρεττίας καὶ ἀσφάλτου καὶ λίθου τοῦ διαφανοῦς τετριμμένου καὶ κηροῦ καὶ μαστίχης. ἐκ γὰρ τούτων ἁπάντων ἀναπλάσας τὸ κολλύριον καὶ θερμήνας πυρί, σιάλῳ τὴν σφραγῖδα προχρίσας ἐπετίθει καὶ ἀπέματτε τὸν τύπον. εἶτα αὐτίκα ξηροῦ ἐκείνου γενομένου, λύσας ῥᾳδίως καὶ ἀναγνούς, ἐπιθεὶς τὸν κηρὸν ἀπετύπου ὥσπερ ἐκ λίθου τὴν σφραγῖδα εὖ μάλα τῷ ἀρχετύπῳ ἐοικυῖαν. τρίτον ἄλλο πρὸς τούτοις ἄκουσον·

v.4.p.204
τιτάνου γὰρ εἰς κόλλαν ἐμβαλὼν ᾗ κολλῶσι τὰ βιβλία, καὶ κηρὸν ἐκ τούτου ποιήσας, ἔτι ὑγρὸν ὄντα ἐπετίθει τῇ σφραγῖδι καὶ ἀφελών — αὐτίκα δὲ ξηρὸν γίγνεται καὶ κέρατος, μᾶλλον δὲ σιδήρου παγιώτερον — τούτῳ ἐχρῆτο πρὸς τὸν τύπον. ἔστι δὲ καὶ ἄλλα πολλὰ πρὸς τοῦτο ἐπινενοημένα, ὧν οὐκ ἀναγκαῖον μεμνῆσθαι ἁπάντων, ὡς μὴ ἀπειρόκαλοι εἶναι δοκοίημεν, καὶ μάλιστα σοῦ ἐν οἷς κατὰ μάγων συνέγραψας, καλλίστοις τε ἅμα καὶ ὠφελιμωτάτοις συγγράμμασιν καὶ δυναμένοις σωφρονίζειν τοὺς ἐντυγχάνοντας, ἱκανὰ παραθεμένου καὶ πολλῷ τούτων πλείονα.

ἔχρη οὖν καὶ ἐθέσπιζε, πολλῇ τῇ συνέσει ἐνταῦθα χρώμενος καὶ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ προσάπτων, τοῖς μὲν λοξὰ καὶ ἀμφίβολα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος, τοῖς δὲ καὶ πάνυ ἀσαφῆ· χρησμῳδικὸν γὰρ ἐδόκει αὐτῷ τοῦτο. τοὺς δὲ ἀπέτρεπεν ἢ προὔτρεπεν, ὡς ἄμεινον ἔδοξεν αὐτῷ εἰκάζοντι· τοῖς δὲ θεραπείας προὔλεγεν καὶ διαίτας, εἰδώς, ὅπερ ἐν ἀρχῇ ἔφην, πολλὰ καὶ χρήσιμα φάρμακα. μάλιστα δὲ εὐδοκίμουν παρʼ αὐτῷ αἱ κυτμίδες, ἀκόπου τι ὄνομα πεπλασμένον, ἐκ λίπους ἀρκείου[*](αἰγεου β.) συντεθειμένου.[*](συντεθειμένου Bekker: συντεθειμένον MSS.) τὰς μέντοι ἐλπίδας καὶ προκοπὰς

v.4.p.206
καὶ κλήρων διαδοχὰς εἰσαῦθις ἀεὶ ἀνεβάλλετο, προστιθεὶς ὅτι ἔσται πάντα ὁπόταν ἐθελήσω ἐγὼ καὶ Ἀλέξανδρος ὁ προφήτης μου δεηθῇ καὶ εὔξηται ὑπὲρ ὑμῶν.

ἐτέτακτο δὲ ὁ μισθὸς ἐφʼ ἑκάστῳ χρησμῷ δραχμὴ καὶ δύʼ ὀβολώ. μὴ μικρὸν οἰηθῇς, ὦ ἑταῖρε, μηδʼ ὀλίγον γεγενῆσθαι τὸν πόρον τοῦτον, ἀλλʼ εἰς ἑπτὰ ἢ ὀκτὼ μυριάδας ἑκάστου ἔτους ἤθροιζεν, ἀνὰ δέκα καὶ πεντεκαίδεκα χρησμοὺς τῶν ἀνθρώπων ὑπὸ ἀπληστίας ἀναδιδόντων. λαμβάνων δὲ οὐκ αὐτὸς ἐχρῆτο μόνος οὐδʼ εἰς πλοῦτον ἀπεθησαύριζεν, ἀλλὰ πολλοὺς ἤδη περὶ αὑτὸν ἔχων συνεργοὺς καὶ ὑπηρέτας καὶ πευθῆνας καὶ χρησμοποιοὺς καὶ χρησμοφύλακας καὶ ὑπογραφέας καὶ ἐπισφραγιστὰς καὶ ἐξηγητάς, ἅπασιν ἔνεμεν ἑκάστῳ τὸ κατʼ ἀξίαν.

ἤδη δέ τινας καὶ ἐπὶ τὴν ἀλλοδαπὴν ἐξέπεμπεν, φήμας ἐμποιήσοντας τοῖς ἔθνεσιν ὑπὲρ τοῦ μαντείου καὶ διηγησομένους ὡς προείποι καὶ ἀνεύροι δραπέτας καὶ κλέπτας καὶ λῃστὰς ἐξελέγξειε καὶ θησαυροὺς ἀνορύξαι παράσχοι καὶ νοσοῦντας ἰάσαιτο, ἐνίους δὲ καὶ ἤδη ἀποθανόντας ἀναστήσειεν. δρόμος οὖν καὶ ὠθισμὸς ἁπανταχόθεν ἐγίγνετο καὶ θυσίαι καὶ ἀναθήματα, καὶ διπλάσια τῷ προφήτῃ καὶ μαθητῇ τοῦ θεοῦ. καὶ γὰρ αὖ καὶ οὗτος ἐξέπεσεν ὁ χρησμός·

Τιέμεναι κέλομαι τὸν ἐμὸν θεράπονθʼ ὑποφήτην· οὐ γάρ μοι κτεάνων μέλεται ἄγαν, ἀλλʼ ὑποφήτου·

v.4.p.208

ἐπεὶ δὲ ἤδη πολλοὶ τῶν νοῦν ἐχόντων ὥσπερ ἐκ μέθης βαθείας ἀναφέροντες συνίσταντο ἐπʼ αὐτόν, καὶ μάλιστα ὅσοι Ἐπικούρου ἑταῖροι ἦσαν,[*](καὶ μάλιστα οἱ Ἐπικούρου ἑταῖροι, πολλοὶ δὲ ἦσαν β.) καὶ ἐν ταῖς πόλεσιν ἐπεφώρατο ἠρέμα ἡ πᾶσα μαγγανεία καὶ συσκευὴ τοῦ δράματος, ἐκφέρει φόβητρόν τι ἐπʼ αὐτούς, λέγων ἀθέων ἐμπεπλῆσθαι καὶ Χριστιανῶν τὸν Πόντον, οἳ περὶ αὐτοῦ τολμῶσι τὰ κάκιστα βλασφημεῖν· οὓς ἐκέλευε λίθοις ἐλαύνειν, εἴ γε θέλουσιν ἵλεω ἔχειν τὸν θεόν. περὶ δὲ Ἐπικούρου καὶ τοιοῦτόν τινα χρησμὸν ἀπεφθέγξατο· ἐρομένου γάρ τινος τί πράττει ἐν Ἅιδου ὁ Ἐπίκουρος;

Μολυβδίνας ἔχων, ἔφη, πέδας ἐν βορβόρῳ κάθηται.
εἶτα θαυμάζεις εἰ ἐπὶ μέγα ἤρθη τὸ χρηστήριον, ὁρῶν τὰς ἐρωτήσεις τῶν προσιόντων συνετὰς καὶ πεπαιδευμένας;

ὅλως δὲ ἄσπονδος καὶ ἀκήρυκτος αὐτῷ ὁ πόλεμος πρὸς Ἐπίκουρον ἦν· μάλα εἰκότως. τίνι γὰρ ἂν ἄλλῳ δικαιότερον προσεπολέμει γόης ἄνθρωπος καὶ τερατείᾳ φίλος, ἀληθείᾳ δὲ ἔχθιστος, ἢ Ἐπικούρῳ ἀνδρὶ τὴν φύσιν τῶν πραγμάτων καθεωρακότι καὶ μόνῳ τὴν ἐν αὐτοῖς ἀλήθειαν εἰδότι; οἱ μὲν γὰρ ἀμφὶ τὸν Πλάτωνα καὶ Χρύσιππον καὶ Πυθαγόραν φίλοι, καὶ εἰρήνη βαθεῖα πρὸς ἐκείνους ἦν· ὁ δὲ ἄτεγκτος Ἐπίκουρος — οὕτως γὰρ αὐτὸν ὠνόμαζεν — ἔχθιστος δικαίως, πάντα ταῦτα ἐν γέλωτι καὶ παιδιᾷ τιθέμενος. διὸ καὶ τὴν Ἄμαστριν ἐμίσει μάλιστα τῶν Ποντικῶν πόλεων, ὅτι ἠπίστατο τοὺς περὶ

v.4.p.210
Λέπιδον καὶ ἄλλους ὁμοίους αὐτοῖς πολλοὺς ἐνόντας ἐν τῇ πόλει· οὐδὲ ἐχρησμῴδησε πώποτε Ἀμαστριανῷ ἀνδρί. ὁπότε δὲ καὶ ἐτόλμησεν ἀδελφῷ συγκλητικοῦ χρησμῳδῆσαι, καταγελάστως ἀπήλλαξεν, οὐχ εὑρὼν οὔτε αὐτὸς πλάσασθαι χρησμὸν δεξιὸν οὔτε τὸν ποιῆσαι πρὸς καιρὸν αὐτῷ δυνησόμενον. μεμφομένῳ γὰρ αὐτῷ στομάχου ὀδύνην προστάξαι βουλόμενος ὕειον πόδα μετὰ μαλάχης ἐσκευασμένον ἐσθίειν οὕτως ἔφη·
Μάλβακα χοιράων ἱερῇ κυμίνευε σιπύδνῳ.

πολλάκις μὲν οὖν, ὡς προεῖπον, ἔδειξε τὸν δράκοντα τοῖς δεομένοις, οὐχ ὅλον, ἀλλὰ τὴν οὐρὸν μάλιστα καὶ τὸ ἄλλο σῶμα προβεβληκώς, τὴν κεφαλὴν δὲ ὑπὸ κόλπου ἀθέατον φυλάττων. ἐθελήσας δὲ καὶ μειζόνως ἐκπλῆξαι τὸ πλῆθος, ὑπέσχετο καὶ λαλοῦντα παρέξειν τὸν θεόν, αὐτὸν ἄνευ ὑποφήτου χρησμῳδοῦντα. εἶτα οὐ χαλεπῶς γεράνων ἀρτηρίας συνάψας καὶ διὰ τῆς κεφαλῆς ἐκείνης τῆς μεμηχανημένης πρὸς ὁμοιότητα διείρας, ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος, ἀπεκρίνετο πρὸς τὰς ἐρωτήσεις, τῆς φωνῆς διὰ τοῦ ὀθονίνου ἐκείνου Ἀσκληπιοῦ προπιπτούσης.

ἐκαλοῦντο δὲ οἱ χρησμοὶ οὗτοι αὐτόφωνοι, καὶ οὐ πᾶσιν ἐδίδοντο οὐδὲ ἀνέδην, ἀλλὰ τοῖς

v.4.p.212
εὐπαρύφοις καὶ πλουσίοις καὶ μεγαλοδώροις.

ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη·

  1. Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας
  2. νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ
  3. στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.
εἶτʼ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου[*](Ὀσρόου Kuhn: Ὀθρύου β, Ὀθρυάδου γ. Cf. Hist. Conscrib. 15 and 21.) κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δʼ ἄλλον ἀντʼ αὐτοῦ·
  1. μὴ σύ γʼ ἐπʼ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον,
  2. μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν
  3. πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.

καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε, τοὺς μεταχρονίους χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων. πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν

v.4.p.214
ὑγίειαν ἐπηγγέλλετο, ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν·
  1. Μηκέτι δίζησθαι νούσοιο λυγρῆς ἐπαρωγήν·
  2. πότμος γὰρ προφανὴς οὐδʼ ἐκφυγέειν δυνατόν σοι.

εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ, φίλους αὐτοὺς ἐποιεῖτο, πολλοὺς τῶν προσιόντων πέμπων ἐπʼ αὐτοὺς λέγων·

Ἐς Κλάρον ἵεσο νῦν, τοὐμοῦ πατρὸς ὡς ὄπʼ ἀκούσῃς.
καὶ πάλιν·
Βραγχιδέων ἀδύτοισι πελάζεο καὶ κλύε χρησμῶν.
καὶ αὖθις·
ἐς Μαλλὸν χώρει θεσπίσματά τʼ Ἀμφιλόχοιο.

ταῦτα μὲν ἐντὸς τῶν ὅρων μέχρι τῆς Ἰωνίας καὶ Κιλικίας καὶ Παφλαγονίας καὶ Γαλατίας. ὡς δὲ καὶ εἰς τὴν Ἰταλίαν διεφοίτησεν τοῦ μαντείου τὸ κλέος καὶ εἰς τὴν Ῥωμαίων πόλιν ἐνέπεσεν, οὐδεὶς ὅστις οὐκ ἄλλος πρὸ ἄλλου ἠπείγετο, οἱ μὲν αὐτοὶ ἰόντες, οἱ δὲ πέμποντες, καὶ μάλιστα οἱ δυνατώτατοι καὶ μέγιστον ἀξίωμα ἐν τῇ πόλει ἔχοντες· ὧν πρῶτος καὶ κορυφαιότατος ἐγένετο Ῥουτιλιανός, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς

v.4.p.216
καὶ ἀγαθὸς καὶ ἐν πολλαῖς τάξεσι Ῥωμαϊκαῖς ἐξητασμένος, τὰ δὲ περὶ τοὺς θεοὺς πάνυ νοσῶν καὶ ἀλλόκοτα περὶ αὐτῶν πεπιστευκώς, εἰ μόνον ἀληλιμμένον που λίθον ἢ ἐστεφανωμένον θεάσαιτο, προσπίπτων εὐθὺς καὶ προσκυνῶν καὶ ἐπὶ πολὺ παρεστὼς καὶ εὐχόμενος καὶ τἀγαθὰ παρʼ αὐτοῦ αἰτῶν.

οὗτος τοίνυν ἀκούσας τὰ περὶ τοῦ χρηστηρίου μικροῦ μὲν ἐδέησεν ἀφεὶς τὴν ἐγκεχειρισμένην τάξιν εἰς τὸ τοῦ Ἀβώνου τεῖχος ἀναπτῆναι. ἔπεμπε δʼ οὖν ἄλλους ἐπʼ ἄλλοις· οἱ δὲ πεμπόμενοι, ἰδιῶταί τινες οἰκέται, ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν, τὰ μὲν ἰδόντες, τὰ δὲ ὡς ἰδόντες καὶ ἀκούσαντες[*](καὶ ὡς ἀκούσαντες γ, edd. But ὡς was added by someone who thought that καὶ was the conjunction. Its real force becomes apparent if one transposes thus: τὰ δὲ καὶ ἀκούσαντες ὡς ἰδόντες διηγούμενοι.) διηγούμενοι καὶ προσεπιμετροῦντες ἔτι πλείω τούτων, ὡς ἐντιμότεροι εἶεν παρὰ τῷ δεσπότῃ. ἐξέκαιον οὖν τὸν ἄθλιον γέροντα καὶ εἰς μανίαν ἐρρωμένην ἐνέβαλον.

ὁ δέ, ὡς ἂν τοῖς πλείστοις καὶ δυνατωτάτοις φίλος ὤν, περιῄει τὰ μὲν διηγούμενος ὡς ἀκούσειε παρὰ τῶν πεμφθέντων, τὰ δὲ καὶ παρʼ αὑτοῦ προστιθείς. ἐνέπλησεν οὖν τὴν πόλιν καὶ διεσάλευσεν οὗτος, καὶ τῶν ἐν τῇ αὐλῇ τοὺς πλείστους διεθορύβησεν, οἳ αὐτίκα καὶ αὐτοὶ ἠπείγοντο ἀκοῦσαί τι τῶν καθʼ αὑτούς.

ὁ δὲ τοὺς ἀφικνουμένους πάνυ φιλοφρόνως ὑποδεχόμενος ξενίοις τε καὶ ταῖς ἄλλαις δωρεαῖς πολυτελέσιν εὔνους ἐργαζόμενος αὑτῷ ἀπέπεμπεν

v.4.p.218
οὐκ ἀπαγγελοῦντας μόνον τὰς ἐρωτήσεις, ἀλλὰ καὶ ὑμνήσοντας τὸν θεὸν καὶ τεράστια ὑπὲρ τοῦ μαντείου καὶ αὐτοὺς ψευσομένους.

ἀλλὰ καὶ μηχανᾶταί τι ὁ τρισκατάρατος οὐκ ἄσοφον οὐδὲ τοῦ προστυχόντος λῃστοῦ ἄξιον. λύων γὰρ τὰ πεπεμμένα βιβλία καὶ ἀναγιγνώσκων, εἴ τι εὕροι ἐπισφαλὲς καὶ παρακεκινδυνευμένον ἐν ταῖς ἐρωτήσεσιν, κατεῖχεν αὐτὸς καὶ οὐκ ἀπέπεμπεν, ὡς ὑποχειρίους καὶ μονονουχὶ δούλους διὰ τὸ δέος ἔχοι τοὺς πεπομφότας, μεμνημένους οἷα ἦν ἃ ἤροντο. συνίης δὲ οἵας[*](οἵας du Soul: οἷα MSS.) εἰκὸς τοὺς πλουσίους καὶ μέγα δυναμένους τὰς πύστεις πυνθάνεσθαι. ἐλάμβανεν οὖν πολλὰ παρʼ ἐκείνων, εἰδότων ὅτι ἐντὸς αὐτοὺς ἔχοι τῶν ἀρκύων.

βούλομαι δέ σοι καὶ τῶν Ῥουτιλιανῷ δοθέντων χρησμῶν ἐνίους εἰπεῖν. πυνθανομένῳ γὰρ αὐτῷ ὑπὲρ τοῦ παιδὸς ἐκ προτέρας γυναικός, παιδείας ὥραν ἔχοντος, ὅντινα προστήσεται διδάσκαλον τῶν μαθημάτων αὐτοῦ, ἔφη·

Πυθαγόρην πολέμων τε διάκτορον ἐσθλὸν ἀοιδόν.
εἶτα μετʼ ὀλίγας ἡμέρας τοῦ παιδὸς ἀποθανόντος, ὁ μὲν ἠπόρει καὶ οὐδὲν εἶχεν λέγειν πρὸς τοὺς αἰτιωμένους, παρὰ πόδας οὕτως ἐληλεγμένου τοῦ χρησμοῦ· ὁ δὲ Ῥουτιλιανὸς αὐτὸς φθάσας ὁ βέλτιστος ἀπελογεῖτο ὑπὲρ τοῦ μαντείου λέγων, τοῦτο αὐτὸ προδεδηλωκέναι τὸν θεὸν καὶ διὰ τοῦτο ζῶντα μὲν κελεῦσαι μηδένα διδάσκαλον ἑλέσθαι αὐτῷ, Πυθαγόραν δὲ καὶ Ὅμηρον πάλαι τεθνεῶτας, οἷς εἰκὸς τὸ μειράκιον ἐν Ἅιδου νῦν συνεῖναι.
v.4.p.220
τί τοίνυν μέμφεσθαι ἄξιον Ἀλεξάνδρῳ, εἰ τοιούτοις ἀνθρωπίσκοις ἐνδιατρίβειν ἠξίου;

αὖθις δὲ πυνθανομένῳ αὐτῷ τὴν τίνος ψυχὴν αὐτὸς διεδέξατο, ἔφη·

  1. πρῶτον Πηλείδης ἐγένου, μετὰ ταῦτα Μένανδρος,
  2. εἶθʼ ὃς νῦν φαίνῃ, μετὰ δʼ ἔσσεαι ἡλιὰς ἀκτίς,
  3. ζήσεις δʼ ὀγδώκοντʼ ἐπὶ τοῖς ἑκατὸν λυκάβαντας.
ὁ δὲ ἑβδομηκοντούτης ἀπέθανεν μελαγχολήσας, οὐ περιμείνας τὴν τοῦ θεοῦ ὑπόσχεσιν.

καὶ οὗτος ὁ χρησμὸς τῶν αὐτοφώνων ἦν.

ἐρομένῳ δὲ αὐτῷ ποτε καὶ περὶ γάμου ῥητῶς ἔφη·

γῆμον Ἀλεξάνδρου τε Σεληναίης τε θύγατρα.
διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός, ἣν εἶχεν, ἐκ Σελήνης αὐτῷ γενομένης· τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν, ὅπερ αὐτῇ ἔθος, κοιμωμένων ἐρᾶν τῶν καλῶν. ὁ δʼ οὐδὲν μελλήσας ὁ συνετώτατος Ῥουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ τὴν κόρην καὶ τοὺς γάμους συνετέλει ἑξηκοντούτης νυμφίος καὶ συνῆν, τὴν πενθερὰν Σελήνην ἑκατόμβαις ὅλαις ἱλασκόμενος καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι.

ὁ δʼ ὡς ἅπαξ τῶν ἐν Ἰταλίᾳ πραγμάτων ἐλάβετο, μείζω ἀεὶ προσεπενόει καὶ πάντοσε τῆς

v.4.p.222
Ῥωμαίων ἀρχῆς ἔπεμπε χρησμολόγους, ταῖς πόλεσι προλέγων λοιμοὺς καὶ πυρκαϊὰς φυλάσσεσθαι καὶ σεισμούς· καὶ ἀσφαλῶς βοηθήσειν, ὡς μὴ γένοιτό τι τούτων, αὐτὸς ὑπισχνεῖτο αὐτοῖς. ἕνα δέ τινα χρησμόν, αὐτόφωνον καὶ αὐτόν, εἰς ἅπαντα τὰ ἔθνη ἐν τῷ λοιμῷ διεπέμψατο· ἦν δὲ τὸ ἔπος ἕν·
Φοῖβος ἀκειρεκόμης[*](ἀκερσεκόμης β.) λοιμοῦ νεφέλην ἀπερύκει.
καὶ τοῦτο ἦν ἰδεῖν τὸ ἔπος πανταχοῦ ἐπὶ τῶν πυλώνων γεγραμμένον ὡς τοῦ λοιμοῦ ἀλεξιφάρμακον. τὸ δʼ εἰς τοὐναντίον τοῖς πλείστοις προὐχώρει· κατὰ γάρ τινα τύχην αὗται μάλιστα αἱ οἰκίαι ἐκενώθησαν αἷς τὸ ἔπος ἐπεγέγραπτο. καὶ μή με νομίσῃς τοῦτο λέγειν, ὅτι διὰ τὸ ἔπος ἀπώλλυντο· ἀλλὰ τύχῃ τινὶ οὕτως ἐγένετο. τάχα δὲ καὶ οἱ πολλοὶ θαρροῦντες τῷ στίχῳ ἠμέλουν καὶ ῥᾳθυμότερον διῃτῶντο, οὐδὲν τῷ χρησμῷ πρὸς τὴν νόσον συντελοῦντες, ὡς ἂν ἔχοντες προμαχομένας αὑτῶν τὰς συλλαβὰς καὶ τὸν ἀκειρεκόμην[*](ἀγερσεκόμην β.) Φοῖβον ἀποτοξεύοντα τὸν λοιμόν.

Πευθῆνας μέντοι ἐν αὐτῇ Ῥώμῃ κατεστήσατο πάνυ πολλοὺς τῶν συνωμοτῶν, οἳ τὰς ἑκάστου γνώμας διήγγελλον αὐτῷ καὶ τὰς ἐρωτήσεις προεμήνυον καὶ ὧν μάλιστα ἐφίενται, ὡς ἕτοιμον αὐτὸν πρὸς τὰς ἀποκρίσεις καὶ πρὶν ἥκειν τοὺς πεμπομένους καταλαμβάνεσθαι.

καὶ πρὸς μὲν τὰ ἐν τῇ Ἰταλίᾳ ταῦτα[*](ταυτα καὶ τὰ τοιαῦτα γ.)

v.4.p.224
προεμηχανᾶτο· οἴκοι δὲ καὶ τὰ τοιαῦτα. τελετήν τε γάρ τινα συνίσταται καὶ δᾳδουχίας καὶ ἱεροφαντίας, τριῶν ἑξῆς ἀεὶ τελουμένων ἡμερῶν. καὶ ἐν μὲν τῇ πρώτῃ πρόρρησις ἦν ὥσπερ Ἀθήνησι τοιαύτη· εἴ τις ἄθεος ἢ Χριστιανὸς ἢ Ἐπικούρειος ἥκει κατάσκοπος τῶν ὀργίων, φευγέτω· οἱ δὲ πιστεύοντες τῷ θεῷ τελείσθωσαν τύχῃ τῇ ἀγαθῇ. εἶτʼ εὐθὺς ἐν ἀρχῇ ἐξέλασις ἐγίγνετο· καὶ ὁ μὲν ἡγεῖτο λέγων ἔξω Χριστιανούς, τὸ δὲ πλῆθος ἅπαν ἐπεφθέγγετο ἔξω Ἐπικουρείους. εἶτα Λητοῦς ἐγίγνετο λοχεία καὶ Ἀπόλλωνος γοναὶ καὶ Κορωνίδος γάμος καὶ Ἀσκληπιὸς ἐτίκτετο. ἐν δὲ τῇ δευτέρᾳ Γλύκωνος ἐπιφάνεια καὶ γέννησις τοῦ θεοῦ.

τρίτῃ δὲ ἡμέρᾳ Ποδαλειρίου ἦν καὶ τῆς μητρὸς Ἀλεξάνδρου γάμος· Δᾳδὶς δὲ ἐκαλεῖτο καὶ δᾷδες δὲ ἐκαίοντο. καὶ τελευταῖον Σελήνης καὶ Ἀλεξάνδρου ἔρως καὶ τικτομένη τοῦ Ῥουτιλιανοῦ ἡ γυνή. ἐδᾳδούχει δὲ καὶ ἱεροφάντει ὁ Ἐνδυμίων Ἀλέξανδρος. καὶ ὁ μὲν καθεύδων δῆθεν κατέκειτο ἐν τῷ μέσῳ, κατῄει δὲ ἐπʼ αὐτὸν ἀπὸ τῆς ὀροφῆς ὡς ἐξ οὐρανοῦ ἀντὶ τῆς Σελήνης Ῥουτιλία τις ὡραιοτάτη, τῶν Καίσαρος οἰκονόμων τινὸς γυνή, ὡς ἀληθῶς ἐρῶσα τοῦ Ἀλεξάνδρου καὶ ἀντερωμένη ὑπʼ αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ὀλεθρίου ἐκείνου ἀνδρὸς φιλήματά τε ἐγίγνετο ἐν τῷ μέσῳ καὶ περιπλοκαί. εἰ

v.4.p.226
δὲ μὴ πολλαὶ ἦσαν αἱ δᾷδες, τάχα ἄν τι καὶ τῶν ὑπὸ κόλπου ἐπράττετο. μετὰ μικρὸν δὲ εἰσῄει πάλιν ἱεροφαντικῶς ἐσκευασμένος ἐν πολλῇ τῇ σιωπῇ, καὶ αὐτὸς μὲν ἔλεγε μεγάλῃ τῇ φωνῇ, ἰὴ Γλύκων ἐπεφθέγγοντο δὲ αὐτῷ ἐπακολουθοῦντες Εὐμολπίδαι δῆθεν καὶ Κήρυκές τινες Παφλαγόνες, καρβατίνας ὑποδεδεμένοι, πολλὴν τὴν σκοροδάλμην ἐρυγγάνοντες, ἰὴ Ἀλέξανδρε.

πολλάκις δὲ ἐν τῇ δᾳδουχίᾳ καὶ τοῖς μυστικοῖς σκιρτήμασιν γυμνωθεὶς ὁ μηρὸς αὐτοῦ ἐξεπίτηδες χρυσοῦς διεφάνη, δέρματος ὡς εἰκὸς ἐπιχρύσου περιτεθέντος καὶ πρὸς τὴν αὐγὴν τῶν λαμπάδων ἀποστίλβοντος. ὥστε καὶ γενομένης ποτὲ ζητήσεως δύο τισὶ τῶν μωροσόφων ὑπὲρ αὐτοῦ, εἴτε Πυθαγόρου τὴν ψυχὴν ἔχοι διὰ τὸν χρυσοῦν μηρὸν εἴτε ἄλλην ὁμοίαν αὐτῇ, καὶ τὴν ζήτησιν ταύτην αὐτῷ Ἀλεξάνδρῳ ἐπανενεγκόντων, ὁ βασιλεὺς Γλύκων χρησμῷ ἔλυσεν τὴν ἀπορίαν·

  1. Πυθαγόρου ψυχὴ ποτὲ μὲν φθίνει, ἄλλοτε δʼ αὔξει·
  2. ἡ δὲ προφητείη δίης φρενός ἐστιν ἀπορρώξ.
  3. καί μιν ἔπεμψε πατὴρ ἀγαθῶν ἀνδρῶν ἐπαρωγόν·
  4. καὶ πάλιν ἐς Διὸς εἶσι Διὸς βληθεῖσα κεραυνῷ.