De mercede
Lucian of Samosata
Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
ἀγαπᾶν δʼ ὅμως ἀναγκαῖον· οὐ γὰρ οὐδʼ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ. δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος.
οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ
ἠρέμα οὖν καὶ κατʼ ὀλίγον, ὥσπερ ἐν ἀμυδρῷ τῷ φωτὶ τότε πρῶτον διαβλέπων, ἄρχῃ κατανοεῖν ὡς αἱ μὲν χρυσαῖ ἐκεῖναι ἐλπίδες οὐδὲν ἀλλʼ ἢ φῦσαί τινες ἦσαν ἐπίχρυσοι, βαρεῖς δὲ καὶ ἀληθεῖς καὶ ἀπαραίτητοι καὶ συνεχεῖς οἱ πόνοι. τίνες οὗτοι; ἴσως ἐρήσῃ με· οὑχ ὁρῶ γὰρ ὅ τι τὸ ἐπίπονον ἐν ταῖς τοιαύταις συνουσίαις ἐστὶν οὐδʼ ἐπινοῶ ἅτινα ἔφησθα τὰ καματηρὰ καὶ ἀφόρητα. οὐκοῦν ἄκουσον, ὦ γενναῖε, μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος.
καὶ πρῶτόν γε μέμνησο μηκέτι ἐλεύθερον τὸ ἀπʼ ἐκείνου μηδὲ εὐπατρίδην σεαυτὸν οἴεσθαι. πάντα γὰρ ταῦτα, τὸ γένος, τὴν ἐλευθερίαν, τοὺς προγόνους ἔξω τοῦ ὀδοῦ καταλείψων ἴσθι ἐπειδὰν ἐπὶ τοιαύτην σαυτὸν λατρείαν ἀπεμπολήσας εἰσίῃς· οὐ γὰρ ἐθελήσει σοι ἡ Ἐλευθερία συνεισελθεῖν ἐφʼ οὕτως ἀγεννῆ πράγματα καὶ ταπεινὰ εἰσιόντι. δοῦλος οὖν, εἰ καὶ πάνυ ἀχθέσῃ τῷ ὀνόματι, καὶ οὐχ ἑνός, ἀλλὰ πολλῶν δοῦλος
πλὴν εἰ μὴ ἀποχρῆν σοι πρὸς ἐλευθερίαν νομίζεις τὸ μὴ Πυρρίου μηδὲ Ζωπυρίωνος υἱὸν εἶναι, μηδὲ ὥσπερ τις Βιθυνὸς ὑπὸ μεγαλοφώνῳ τῷ κήρυκι ἀπημπολῆσθαι. ἀλλʼ ὁπόταν, ὦ βέλτιστε, τῆς νουμηνίας ἐπιστάσης ἀναμιχθεὶς τῷ Πυρρίᾳ καὶ τῷ Ζωπυρίωνι προτείνῃς τὴν χεῖρα ὁμοίως τοῖς ἄλλοις οἰκέταις καὶ λάβῃς ἐκεῖνο ὁτιδήποτε ἦν τὸ γιγνόμενον, τοῦτο ἡ πρᾶσίς ἐστι. κήρυκος γὰρ οὐκ ἔδει ἐπʼ ἄνδρα ἑαυτὸν ἀποκηρύξαντα καὶ μακρῷ χρόνῳ μνηστευσάμενον ἑαυτῷ τὸν δεσπότην.
εἶτʼ, ὦ κάθαρμα, φαίην ἄν, καὶ μάλιστα πρὸς τὸν φιλοσοφεῖν φάσκοντα, εἰ μέν σέ τις ἢ πλέοντα καταποντιστὴς συλλαβὼν ἢ λῃστὴς ἀπεδίδοτο, ᾤκτειρες ἂν σεαυτὸν ὡς παρὰ τὴν ἀξίαν δυστυχοῦντα, ἢ εἴ τίς σου λαβόμενος ἦγε δοῦλον εἶναι λέγων, ἐβόας ἂν τοὺς νόμους καὶ δεινὰ ἐποίεις καὶ ἠγανάκτεις καί, Ὦ γῆ καὶ θεοί, μεγάλῃ τῇ φωνῇ ἐκεκράγεις ἄν, σεαυτὸν δὲ ὀλίγων ἕνεκα ὀβολῶν ἐν τούτῳ τῆς ἡλικίας, ὅτε καὶ εἰ φύσει δοῦλος ἦσθα, καιρὸς ἦν πρὸς ἐλευθερίαν ἤδη ὁρᾶν, αὐτῇ
καὶ ἀγαπητὸν εἰ μόνον τὸ αἰσχρὸν προσῆν τῷ
χρὴ οὖν σε ἀεὶ σὺν αὐτῷ ὁρᾶσθαι καὶ μηδέποτε ἀπολείπεσθαι, ἀλλὰ ἕωθεν ἐξαναστάντα παρέχειν σεαυτὸν ὀφθησόμενον ἐν τῇ θεραπείᾳ καὶ μὴ λιπεῖν τὴν τάξιν. ὁ δὲ ἐπιβάλλων ἐνίοτέ σοι τὴν χεῖρα, ὅ τι ἂν τύχῃ ληρεῖ, τοῖς ἐντυγχάνουσιν
σὺ δʼ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην ἄναντα πολλὰ καὶ κάταντα — τοιαύτη γάρ, ὡς οἶσθα, ἡ πόλις — περιελθὼν ἵδρωκάς τε καὶ πνευστιᾷς, κἀκείνου ἔνδον τινὶ τῶν φίλων πρὸς ὃν ἦλθεν διαλεγομένου, μηδὲ ὅπου καθίζῃς ἔχων ὀρθὸς ὑπʼ ἀπορίας ἀναγιγνώσκεις τὸ βιβλίον προχειρισάμενος.
ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθʼ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλʼ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ· καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.[*](παροψώμενος Jensius: παραψόμενος MSS. (παραψάμενος U).)
Οὐ μὴν οὐδὲ ἡ ἄλλη ὕβρις ἄπεστιν, ἀλλʼ οὔτε ᾠὸν ἔχεις μόνος — οὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι· ἀγνωμοσύνη γὰρ δὴ[*](δὴ Fritzsche: σὴ MSS.) τοῦτό γε — οὔτε ἡ ὄρνις ὁμοία ταῖς ἄλλαις, ἀλλὰ τῷ μὲν πλησίον παχεῖα καὶ πιμελής, σοὶ δὲ νεοττὸς ἡμίτομος ἢ φάττα τις ὑπόσκληρος, ὕβρις ἄντικρυς καὶ ἀτιμία. πολλάκις δʼ εἰ[*](δ’ εἰ U2: δὲ other MSS., all except N continuing ἐπεὶ λίποι.) ἐπιλίποι ἄλλου τινὸς αἰφνιδίως
ἀνιᾷ δή σε πολλὰ καὶ ἀθρόα καὶ σχεδὸν τὰ πάντα, καὶ μάλιστα ὅταν σε παρευδοκιμῇ κίναιδός τις ἢ ὀρχηστοδιδάσκαλος ἢ Ἰωνικὰ συνείρων Ἀλεξανδρεωτικὸς ἀνθρωπίσκος. τοῖς μὲν γὰρ τὰ ἐρωτικὰ ταῦτα διακονουμένοις καὶ γραμματίδια ὑπὸ κόλπου διακομίζουσιν πόθεν σύ γʼ ἰσότιμος; κατακείμενος τοιγαροῦν ἐν μυχῷ τοῦ συμποσίου καὶ ὑπʼ αἰδοῦς καταδεδυκὼς στένεις ὡς τὸ εἰκὸς καὶ σεαυτὸν οἰκτείρεις καὶ αἰτιᾷ τὴν Τύχην οὐδὲ ὀλίγα σοι τῶν χαρίτων ἐπιψεκάσασαν. ἡδέως δʼ ἄν μοι δοκεῖς καὶ ποιητὴς γενέσθαι τῶν ἐρωτικῶν
ἢν μὲν γὰρ κατείπῃ σοῦ τις ψιθυρὸς οἰκέτης, ὡς μόνος οὐκ ἐπῄνεις τὸν τῆς δεσποίνης παιδίσκον ὀρχούμενον ἢ κιθαρίζοντα, κίνδυνος οὐ μικρὸς ἐκ τοῦ πράγματος. χρὴ οὖν χερσαίου βατράχου δίκην διψῶντα κεκραγέναι, ὡς ἐπίσημος ἔσῃ ἐν τοῖς ἐπαινοῦσι καὶ κορυφαῖος ἐπιμελούμενον· πολλάκις δὲ καὶ τῶν ἄλλων σιωπησάντων αὐτὸν ἐπειπεῖν ἐσκεμμένον τινὰ ἔπαινον πολλὴν τὴν κολακείαν ἐμφανιοῦντα.
τὸ μὲν γὰρ λιμῷ συνόντα καὶ νὴ Δία γε διψῶντα μύρῳ χρίεσθαι καὶ στεφανοῦσθαι τὴν κεφαλήν, ἠρέμα καὶ γελοῖον· ἔοικας γὰρ τότε στήλῃ ἑώλου τινὸς νεκροῦ ἄγοντος ἐναγίσματα· καὶ γὰρ ἐκείνων καταχέαντες μύρον καὶ τὸν στέφανον ἐπιθέντες αὐτοὶ πίνουσι καὶ εὐωχοῦνται τὰ παρεσκευασμένα.
ἢν μὲν γὰρ καὶ ζηλότυπός τις ᾖ καὶ παῖδες εὔμορφοι ὦσιν ἢ νέα γυνὴ καὶ σὺ μὴ παντελῶς πόρρω Ἀφροδίτης καὶ Χαρίτων ᾖς, οὐκ ἐν εἰρήνῃ
εἶτα ἀπελθὼν τοῦ δείπνου μικρόν τι κατέδαρθες· ὑπὸ δὲ ᾠδὴν ἀλεκτρυόνων ἀνεγρόμενος, ὢ δείλαιος ἐγώ, φής, καὶ ἄθλιος, οἵας τὰς πάλαι διατριβὰς ἀπολιπὼν καὶ ἑταίρους καὶ βίον ἀπράγμονα καὶ ὕπνον μετρούμενον τῇ ἐπιθυμίᾳ καὶ περιπάτους ἐλευθερίους εἰς οἷον βάραθρον φέρων ἐμαυτὸν ἐνσέσεικα. τίνος ἕνεκα, ὦ θεοί, ἢ τίς ὁ λαμπρὸς οὗτος μισθός ἐστιν; οὐ γὰρ καὶ ἄλλως μοι πλείω τούτων ἐκπορίζειν δυνατὸν ἦν καὶ προσῆν τὸ ἐλεύθερον καὶ τὸ πάντα ἐπʼ ἐξουσίας; νῦν δὲ τὸ τοῦ λόγου, λέων κρόκῃ δεθείς, ἄνω καὶ κάτω περισύρομαι, τὸ πάντων οἴκτιστον, οὐκ εὐδοκιμεῖν εἰδὼς οὐδὲ κεχαρισμένος εἶναι δυνάμενος. ἰδιώτης γὰρ ἔγωγε τῶν τοιούτων καὶ ἄτεχνος, καὶ μάλιστα παραβαλλόμενος ἀνδράσι τέχνην τὸ πρᾶγμα πεποιημένοις, ὥστε[*](ὥστε Ϛ, edd.: ὡς δὲ MSS.) καὶ ἀχάριστός εἰμι καὶ ἥκιστα συμποτικός, οὐδʼ ὅσον γέλωτα ποιῆσαι δυνάμενος. συνίημι δὲ ὡς καὶ ἐνοχλῶ πολλάκις βλεπόμενος, καὶ μάλισθʼ ὅταν
ἔτι σου ταῦτα διαλογιζομένου ὁ κώδων ἤχησεν, καὶ χρὴ τῶν ὁμοίων ἔχεσθαι καὶ περινοστεῖν καὶ ἑστάναι, ὑπαλείψαντά γε πρότερον τοὺς βουβῶνας καὶ τὰς ἰγνύας, εἰ θέλεις διαρκέσαι πρὸς τὸν ἆθλον. εἶτα δεῖπνον ὅμοιον καὶ εἰς τὴν αὐτὴν ὥραν περιηγμένον. καί σοι τὰ τῆς διαίτης πρὸς τὸν πάλαι βίον ἀντίστροφα, καὶ ἡ ἀγρυπνία δὲ καὶ ὁ ἱδρὼς καὶ ὁ κάματος ἠρέμα ἤδη ὑπορύττουσιν, ἢ φθόην ἢ περιπνευμονίαν ἢ κώλου ἄλγημα ἢ τὴν καλὴν ποδάγραν ἀναπλάττοντες. ἀντέχεις δὲ ὅμως, καὶ πολλάκις κατακεῖσθαι δέον, οὐδὲ τοῦτο συγκεχώρηται· σκῆψις γὰρ ἡ νόσος καὶ φυγὴ τῶν καθηκόντων ἔδοξεν. ὥστʼ ἐξ ἁπάντων ὠχρὸς ἀεὶ καὶ ὅσον οὐδέπω τεθνηξομένῳ ἔοικας.
καὶ τὰ μὲν ἐν τῇ πόλει ταῦτα. ἢν δέ που καὶ ἀποδημῆσαι δέῃ, τὰ μὲν ἄλλα ἐῶ· ὕοντος δὲ πολλάκις ὕστατος ἐλθὼν — τοιοῦτο γάρ σοι ἀποκεκλήρωται καὶ τὸ ζεῦγος — περιμένεις ἔστʼ ἂν οὐκέτʼ οὔσης καταγωγῆς τῷ μαγείρῳ σε ἢ τῷ τῆς δεσποίνης κομμωτῇ συμπαραβύσωσιν, οὐδὲ τῶν φρυγάνων δαψιλῶς ὑποβαλόντες.
οὐκ ὀκνῶ δέ σοι καὶ διηγήσασθαι ὅ μοι Θεσμόπολις οὗτος ὁ Στωϊκὸς διηγήσατο συμβὰν αὐτῷ πάνυ γελοῖον καὶ νὴ Δίʼ οὐκ ἀνέλπιστον ὡς ἂν καὶ ἄλλῳ ταὐτὸν συμβαίη. συνῆν μὲν γὰρ πλουσίᾳ τινὶ καὶ τρυφώσῃ γυναικὶ τῶν ἐπιφανῶν ἐν τῇ πόλει. δεῆσαν δὲ καὶ ἀποδημῆσαί ποτε, τὸ μὲν πρῶτον ἐκεῖνο παθεῖν ἔφη γελοιότατον, συγκαθέζεσθαι γὰρ[*](γὰρ Fritzsche: παρ' MSS.) αὐτῷ παραδεδόσθαι φιλοσόφῳ ὄντι κίναιδόν τινα τῶν πεπιττωμένων τὰ σκέλη καὶ τὸν πώγωνα περιεξυρημένων· διὰ τιμῆς δʼ αὐτὸν ἐκείνη, ὡς τὸ εἰκός, ἦγεν. καὶ τοὔνομα δὲ τοῦ κιναίδου ἀπεμνημόνευεν· Χελιδόνιον γὰρ καλεῖσθαι. τοῦτο τοίνυν πρῶτον ἡλίκον, σκυθρωπῷ καὶ γέροντι ἀνδρὶ καὶ πολιῷ τὸ γένειον — οἶσθα δὲ ὡς βαθὺν πώγωνα καὶ σεμνὸν ὁ Θεσμόπολις εἶχεν — παρακαθίζεσθαι φῦκος ἐντετριμμένον καὶ ὑπογεγραμμένον τοὺς ὀφθαλμοὺς καὶ διασεσαλευμένον τὸ βλέμμα καὶ τὸν τράχηλον ἐπικεκλασμένον, οὐ χελιδόνα μὰ Δίʼ, ἀλλὰ γῦπά τινα περιτετιλμένον τὰ πτερά·[*](τὰ πτερά Text Halbertsma, de Jong: περιτετιλμένον τοῦ πώγωνος τὰ πτερά MSS.) καὶ εἴ γε μὴ πολλὰ δεηθῆναι αὐτοῦ, καὶ τὸν κεκρύφαλον ἔχοντα ἐπὶ τῇ κεφαλῇ ἂν συγκαθίζεσθαι. τὰ δʼ οὖν ἄλλα παρʼ ὅλην τὴν ὁδὸν μυρίας τὰς ἀηδίας ἀνασχέσθαι ὑπᾴδοντος καὶ τερετίζοντος, εἰ δὲ μὴ ἐπεῖχεν αὐτός, ἴσως ἂν καὶ ὀρχουμένου ἐπὶ τῆς ἀπήνης.
ἕτερον δʼ οὖν τι καὶ τοιοῦτον αὐτῷ προσταχθῆναι. καλέσασα γὰρ αὐτὸν ἡ γυνή, Θεσμόπολι, φησίν, οὕτως ὄναιο, χάριν οὐ μικρὰν
τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες. οἶδα δʼ ἐγὼ καὶ ῥήτορα
ταῦτα μὲν οὖν ἴσως μέτρια. ἢν δὲ ποιητικὸς αὐτὸς ἢ συγγραφικὸς ὁ πλούσιος ᾖ, παρὰ τὸ δεῖπνον τὰ αὑτοῦ ῥαψῳδῶν, τότε καὶ μάλιστα διαρραγῆναι χρὴ ἐπαινοῦντα καὶ κολακεύοντα καὶ τρόπους ἐπαίνων καινοτέρους ἐπινοοῦντα. εἰσὶ δʼ οἳ καὶ ἐπὶ κάλλει θαυμάζεσθαι ἐθέλουσιν, καὶ δεῖ Ἀδώνιδας αὐτοὺς καὶ Ὑακίνθους ἀκούειν, πήχεως ἐνίοτε τὴν ῥῖνα ἔχοντας. σὺ δʼ οὖν ἂν μὴ ἐπαινῇς, εἰς τὰς λιθοτομίας τὰς Διονυσίου εὐθὺς ἀφίξῃ ὡς καὶ φθονῶν καὶ ἐπιβουλεύων αὐτῷ. χρὴ δὲ καὶ σοφοὺς καὶ ῥήτορας εἶναι αὐτούς, κἂν εἴ τι σολοικίσαντες τύχωσιν, αὐτὸ τοῦτο[*](αὐτὸ τοῦτο edd.: αὐτὸ τὸ MSS. Perhaps something more has been lost.) τῆς Ἀττικῆς καὶ τοῦ Ὑμηττοῦ μεστοὺς δοκεῖν τοὺς λόγους καὶ νόμον εἶναι τὸ λοιπὸν οὕτω λέγειν.
καίτοι φορητὰ ἴσως τὰ τῶν ἀνδρῶν. αἱ δὲ οὖν[*](δὲ οὖν Seager: δὴ οὖν MSS.) γυναῖκες — καὶ γὰρ αὖ καὶ τόδε ὑπὸ τῶν γυναικῶν σπουδάζεται, τὸ εἶναί τινας αὐταῖς πεπαιδευμένους μισθοῦ ὑποτελεῖς[*](μισθοῦ ὑποτελεῖς = ὑπομίσθονς. Cobst and Fritzsche emend.) συνόντας καὶ
ἐπειδὰν δέ ποτε διὰ μακροῦ τοῦ χρόνου Κρονίων ἢ Παναθηναίων ἐπιστάντων πέμπηταί τί σοι ἐφεστρίδιον ἄθλιον ἢ χιτώνιον ὑπόσαθρον, ἐνταῦθα μάλιστα πολλὴν δεῖ καὶ μεγάλην γενέσθαι τὴν πομπήν. καὶ ὁ μὲν πρῶτος εὐθὺς ἔτι σκεπτομένου[*](ἔτι σκεπτομένου Ϛ, edd.: ἐπισκεπτομένου MSS.) παρακούσας τοῦ δεσπότου προδραμὼν καὶ προμηνύσας ἀπέρχεται μισθὸν οὐκ ὀλίγον τῆς ἀγγελίας προλαβών. ἕωθεν δὲ τρισκαίδεκα ἥκουσιν κομίζοντες, ἕκαστος ὡς πολλὰ εἶπε καὶ ὡς ὑπέμνησε καὶ ὡς ἐπιτραπεὶς τὸ κάλλιον ἐπελέξατο διεξιών. ἅπαντες δʼ οὖν ἀπαλλάττονται λαβόντες, ἔτι καὶ βρενθυόμενοι ὅτι μὴ πλείω ἔδωκας.
ὁ μὲν γὰρ μισθὸς αὐτὸς κατὰ δῠ ὀβολοὺς ἢ τέτταρας, καὶ βαρὺς αἰτῶν σὺ καὶ ὀχληρὸς δοκεῖς. ἵνα δʼ οὖν λάβῃς, κολακευτέος μὲν αὐτὸς
πολὺς δὲ ὁ φθόνος, καί που καὶ διαβολή τις ἠρέμα ὑπεξανίσταται πρὸς ἄνδρα ἤδη τοὺς κατὰ σοῦ λόγους ἡδέως ἐνδεχόμενον· ὁρᾷ γὰρ ἤδη σὲ μὲν ὑπὸ τῶν συνεχῶν πόνων ἐκτετρυχωμένον καὶ πρὸς τὴν θεραπείαν σκάζοντα καὶ ἀπηυδηκότα, τὴν ποδάγραν δὲ ὑπανιοῦσαν. ὅλως γὰρ ὅπερ ἦν νοστιμώτατον ἐν σοὶ ἀπανθισάμενος καὶ τὸ ἐγκαρπότατον τῆς ἡλικίας καὶ τὸ ἀκμαιότατον τοῦ σώματος ἐπιτρίψας καὶ ῥάκος σε πολυσχιδὲς ἐργασάμενος ἤδη περιβλέπει, σὲ μὲν οἷ τῆς κόπρου ἀπορρίψει φέρων, ἄλλον δὲ ὅπως τῶν δυναμένων τοὺς πόνους καρτερεῖν προσλήψεται. καὶ ἤτοι μειράκιον αὐτοῦ ὅτι ἐπείρασάς ποτε[*](ποτε Ϛ: τότε MSS.) ἢ τῆς γυναικὸς ἅβραν παρθένον γέρων ἀνὴρ διαφθείρεις ἢ ἄλλο τι τοιοῦτον ἐπικληθείς, νύκτωρ ἐγκεκαλυμμένος ἐπὶ τράχηλον ὠσθεὶς ἐξελήλυθας, ἔρημος ἁπάντων καὶ ἄπορος, τὴν βελτίστην ποδάγραν αὐτῷ γήρᾳ παραλαβών, καὶ ἃ μὲν τέως ᾔδεις ἀπομαθὼν ἐν τοσούτῳ χρόνῳ, θυλάκου δὲ μείζω τὴν γαστέρα ἐργασάμενος, ἀπλήρωτόν τι καὶ ἀπαραίτητον κακόν. καὶ γὰρ ὁ λαιμὸς ἀπαιτεῖ τὰ[*](τὰ Lehmann not in MSS.) ἐκ τοῦ ἔθους καὶ ἀπομανθάνων αὐτὰ ἀγανακτεῖ.
καί σε οὐκ ἄν τις ἄλλος δέξαιτο ἔξωρον ἤδη γεγονότα καὶ τοῖς γεγηρακόσιν ἵπποις ἐοικότα, ὧν οὐδὲ τὸ δέρμα ὁμοίως χρήσιμον. ἄλλως τε καὶ ἡ ἐκ τοῦ ἀπωσθῆναι διαβολὴ πρὸς τὸ μεῖζον εἰκαζομένη μοιχὸν ἢ φαρμακέα σε ἤ τι τοιοῦτον ἄλλο δοκεῖν ποιεῖ· ὁ μὲν γὰρ κατήγορος καὶ σιωπῶν ἀξιόπιστος, σὺ δὲ Ἕλλην καὶ ῥᾴδιος τὸν τρόπον καὶ πρὸς πᾶσαν ἀδικίαν εὔκολος. τοιούτους γὰρ ἅπαντας ἡμᾶς εἶναι οἴονται, καὶ μάλα εἰκότως· δοκῶ γάρ μοι καὶ τῆς τοιαύτης δόξης αὐτῶν, ἣν ἔχουσι περὶ ἡμῶν, κατανενοηκέναι τὴν αἰτίαν. πολλοὶ γὰρ εἰς τὰς οἰκίας παρελθόντες ὑπὲρ τοῦ μηδὲν ἄλλο χρήσιμον εἰδέναι μαντείας[*](μαγείας Valckenaer, which has been generally adopted; but cf. 27 μάγον ἢ μάντιν.) καὶ φαρμακείας ὑπέσχοντο καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς, καὶ ταῦτα πεπαιδεῦσθαι λέγοντες καὶ τρίβωνας ἀμπεχόμενοι καὶ πώγωνας οὐκ εὐκαταφρονήτους καθειμένοι. εἰκότως οὖν τὴν ὁμοίαν περὶ πάντων ὑπόνοιαν ἔχουσιν, οὓς ἀρίστους ᾤοντο τοιούτους ὁρῶντες, καὶ μάλιστα ἐπιτηροῦντες αὐτῶν τὴν ἐν τοῖς δείπνοις καὶ τῇ ἄλλῃ συνουσίᾳ κολακείαν καὶ τὴν πρὸς τὸ κέρδος δουλοπρέπειαν.