De mercede
Lucian of Samosata
Lucian, Vol. 3. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
καὶ τί σοι πρῶτον, ὦ φιλότης, ἢ τί ὕστατον, φασί, καταλέξω τούτων ἃ πάσχειν ἢ ποιεῖν ἀνάγκη τοὺς ἐπὶ μισθῷ συνόντας κἀν ταῖς τῶν εὐδαιμόνων τούτων φιλίαις ἐξεταζομένους — εἰ χρὴ φιλίαν τὴν τοιαύτην αὐτῶν δουλείαν ἐπονομάζειν; οἶδα γὰρ πολλὰ καὶ σχεδὸν τὰ πλεῖστα τῶν συμβαινόντων αὐτοῖς, οὐκ αὐτὸς μὰ Δία τοῦ τοιούτου πειραθείς, οὐ γὰρ ἐν ἀνάγκῃ μοι ἡ πεῖρα ἐγεγένητο, μηδέ, ὦ θεοί, γένοιτο· ἀλλὰ πολλοὶ τῶν εἰς τὸν βίον τοῦτον ἐμπεπτωκότων ἐξηγόρευον πρός με, οἱ μὲν ἔτι ἐν τῷ κακῷ ὄντες, ἀποδυρόμενοι ὁπόσα καὶ ὁποῖα ἔπασχον, οἱ δὲ ὥσπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδράντες οὐκ ἀηδῶς μνημονεύοντες ὧν ἐπεπόνθεσαν· ἀλλὰ γὰρ εὐφραίνοντο ἀναλογιζόμενοι οἵων ἀπηλλάγησαν.
ἀξιοπιστότεροι δὲ ἦσαν οὗτοι διὰ πάσης, ὡς εἰπεῖν, τῆς τελετῆς διεξεληλυθότες καὶ πάντα ἐξ ἀρχῆς εἰς τέλος ἐποπτεύσαντες. οὐ παρέργως οὖν οὐδὲ ἀμελῶς ἐπήκουον αὐτῶν καθάπερ ναυαγίαν τινὰ καὶ σωτηρίαν αὑτῶν παράλογον διηγουμένων, οἷοί εἰσιν οἱ πρὸς τοῖς ἱεροῖς ἐξυρημένοι τὰς κεφαλὰς συνάμα πολλοὶ τὰς τρικυμίας καὶ ζάλας καὶ ἀκρωτήρια καὶ ἐκβολὰς καὶ ἱστοῦ
ἐκεῖνοι μὲν οὖν τὰ πολλὰ ταῦτα πρὸς τὴν χρείαν τὴν παραυτίκα ἐπιτραγῳδοῦσιν ὡς παρὰ πλειόνων λαμβάνοιεν, οὐ δυστυχεῖς μόνον ἀλλὰ καὶ θεοφιλεῖς τινες εἶναι δοκοῦντες·
οἱ δὲ τοὺς ἐν ταῖς οἰκίαις χειμῶνας καὶ τὰς τρικυμίας καὶ νὴ Δία πεντακυμίας τε καὶ δεκακυμίας, εἰ οἷόν τε εἰπεῖν, διηγούμενοι, καὶ ὡς τὸ πρῶτον εἰσέπλευσαν, γαληνοῦ ὑποφαινομένου τοῦ πελάγους, καὶ ὅσα πράγματα παρὰ τὸν πλοῦν ὅλον ὑπέμειναν ἢ διψῶντες ἢ ναυτιῶντες ἢ ὑπεραντλούμενοι τῇ ἅλμῃ, καὶ τέλος ὡς πρὸς πέτραν τινὰ ὕφαλον ἢ σκόπελον ἀπόκρημνον περιρρήξαντες τὸ δύστηνον σκαφίδιον ἄθλιοι κακῶς ἐξενήξαντο γυμνοὶ καὶ πάντων ἐνδεεῖς τῶν ἀναγκαίων — ἐν δὴ τούτοις καὶ τῇ τούτων διηγήσει ἐδόκουν μοι τὰ πολλὰ οὗτοι ὑπʼ αἰσχύνης ἐπικρύπτεσθαι, καὶ ἑκόντες εἶναι ἐπιλανθάνεσθαι αὐτῶν.
ἀλλʼ ἔγωγε κἀκεῖνα καὶ εἴ τινʼ[*](εἴ τιν' Halm: ἔστιν γ, τινα Ν.) ἄλλα ἐκ τοῦ λόγου συντιθεὶς εὑρίσκω προσόντα ταῖς τοιαύταις συνουσίαις, οὐκ ὀκνήσω σοι πάντα, ὦ καλὲ Τιμόκλεις, διεξελθεῖν· δοκῶ γάρ μοι ἐκ πολλοῦ ἤδη κατανενοηκέναι σε τούτῳ τῷ βίῳ ἐπιβουλεύοντα,
καὶ πρῶτόν γε ὁπηνίκα περὶ τῶν τοιούτων ὁ λόγος ἐνέπεσεν, εἶτα ἐπῄνεσέ τις τῶν παρόντων τὴν τοιαύτην μισθοφοράν, τρισευδαίμονας εἶναι λέγων οἷς μετὰ τοῦ φίλους ἔχειν τοὺς ἀρίστους Ῥωμαίων καὶ δειπνεῖν δεῖπνα πολυτελῆ καὶ ἀσύμβολα καὶ οἰκεῖν ἐν καλῷ καὶ ἀποδημεῖν μετὰ πάσης ῥᾳστώνης καὶ ἡδονῆς ἐπὶ λευκοῦ ζεύγους, εἰ τύχοι, ἐξυπτιάζοντας, προσέτι καὶ μισθὸν τῆς φιλίας καὶ ὧν εὖ πάσχουσιν τούτων λαμβάνειν οὐκ ὀλίγον ἐστίν· ἀτεχνῶς γὰρ ἄσπορα καὶ ἀνήροτα τοῖς τοιούτοις τὰ πάντα φύεσθαι. ὁπότε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἤκουες, ἑώρων ὅπως ἐκεχήνεις πρὸς αὐτὰ καὶ πάνυ σφόδρα πρὸς τὸ δέλεαρ ἀναπεπταμένον παρεῖχες τὸ στόμα.
ὡς οὖν τό γε ἡμέτερον εἰσαῦθίς ποτε ἀναίτιον ᾖ μηδὲ ἔχῃς[*](ἔχης Fritzsche: ἔχοις MSS.) λέγειν ὡς ὁρῶντές σε τηλικοῦτο μετὰ τῆς καρίδος ἄγκιστρον καταπίνοντα οὐκ ἐπελαβόμεθα οὐδὲ πρὶν ἐμπεσεῖν τῷ λαιμῷ περιεσπάσαμεν οὐδὲ προεδηλώσαμεν, ἀλλὰ περιμείναντες ἐξ ἑλκομένου[*](ἐξ ἑλκομένον Harmon: ἐξελκομένου MSS.) καὶ ἐμπεπηγότος ἤδη συρόμενον καὶ πρὸς ἀνάγκην ἀγόμενον ὁρᾶν, ὅτʼ οὐδὲν ὄφελος ἑστῶτες ἐπεδακρύομεν· ὅπως μὴ ταῦτα λέγῃς ποτέ, πάνυ εὔλογα, ἢν λέγηται, καὶ ἄφυκτα ἡμῖν, ὡς οὐκ ἀδικοῦμεν μὴ προμηνύσαντες, ἄκουσον ἐξ ἀρχῆς ἁπάντων, καὶ τὸ δίκτυόν τε αὐτὸ καὶ τῶν κύρτων τὸ ἀδιέξοδον ἔκτοσθεν ἐπὶ σχολῆς, ἀλλὰ
ῥηθήσεται δὲ ὁ πᾶς λόγος τὸ μὲν ὅλον ἴσως διὰ σέ, πλὴν ἀλλʼ οὔ γε περὶ τῶν φιλοσοφούντων ὑμῶν μόνον, οὐδὲ ὁπόσοι σπουδαιοτέραν τὴν προαίρεσιν προείλοντο ἐν τῷ βίῳ, ἀλλὰ καὶ περὶ γραμματιστῶν καὶ ῥητόρων καὶ μουσικῶν καὶ ὅλως τῶν ἐπὶ παιδείαις συνεῖναι καὶ μισθοφορεῖν ἀξιουμένων. κοινῶν δὲ ὡς ἐπίπαν ὄντων καὶ ὁμοίων τῶν συμβαινόντων ἅπασι, δῆλον ὡς οὐκ ἐξαίρετα μέν, αἰσχίω δὲ τὰ αὐτὰ ὄντα γίγνεται τοῖς φιλοσοφοῦσιν, εἰ τῶν ὁμοίων τοῖς ἄλλοις ἀξιοῖντο καὶ μηδὲν αὐτοὺς σεμνότερον οἱ μισθοδόται ἄγοιεν. ὅ τι δʼ ἂν οὖν ὁ λόγος αὐτὸς ἐπιὼν ἐξευρίσκῃ, τούτου τὴν αἰτίαν μάλιστα μὲν οἱ ποιοῦντες αὐτοί, ἔπειτα δὲ οἱ ὑπομένοντες αὐτὰ δίκαιοι ἔχειν· ἐγὼ δὲ ἀναίτιος, εἰ μὴ ἀληθείας καὶ παρρησίας ἐπιτίμιόν τί ἐστιν.
τοὺς μέντοι τοῦ ἄλλου πλήθους, οἷον γυμναστάς τινας ἢ κόλακας, ἰδιώτας καὶ μικροὺς τὰς γνώμας καὶ ταπεινοὺς αὐτόθεν ἀνθρώπους, οὔτε ἀποτρέπειν ἄξιον τῶν τοιούτων συνουσιῶν, οὐδὲ γὰρ ἂν πεισθεῖεν, οὔτε μὴν αἰτιᾶσθαι καλῶς ἔχει μὴ ἀπολειπομένους τῶν μισθοδοτῶν εἰ καὶ πάνυ
δοκῶ δέ μοι καλῶς ἂν ποιῆσαι, εἰ τὰς αἰτίας ἀφʼ ὧν ἐπὶ τὸν τοιοῦτον βίον ἀφικνοῦνταί τινες προεξετάσας δείξαιμι οὐ πάνυ βιαίους οὐδʼ ἀναγκαίας· οὕτω γὰρ ἂν αὐτοῖς ἡ ἀπολογία προαναιροῖτο καὶ ἡ πρώτη ὑπόθεσις τῆς ἐθελοδουλείας. οἱ μὲν δὴ πολλοὶ τὴν πενίαν καὶ τὴν τῶν ἀναγκαίων χρείαν προθέμενοι ἱκανὸν τοῦτο προκάλυμμα οἴονται προβεβλῆσθαι τῆς πρὸς τὸν βίον τοῦτον αὐτομολίας, καὶ ἀποχρῆν αὐτοῖς νομίζουσιν εἰ λέγοιεν ὡς συγγνώμης ἄξιον ποιοῦσιν τὸ χαλεπώτατον τῶν ἐν τῷ βίῳ, τὴν πενίαν, διαφυγεῖν ζητοῦντες· εἶτα ὁ Θέογνις πρόχειρος καὶ πολὺ τό,
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος
ἐγὼ δʼ εἰ μὲν ἑώρων αὐτοὺς φυγήν τινα ὡς ἀληθῶς τῆς πενίας εὑρισκομένους ἐκ τῶν τοιούτων συνουσιῶν, οὐκ ἂν ὑπὲρ τῆς ἄγαν ἐλευθερίας ἐμικρολογούμην πρὸς αὐτούς· ἐπεὶ δὲ — ὡς ὁ καλός που ῥήτωρ ἔφη — τοῖς τῶν νοσούντων σιτίοις ἐοικότα λαμβάνουσι, τίς ἔτι μηχανὴ μὴ οὐχὶ καὶ πρὸς τοῦτο κακῶς βεβουλεῦσθαι δοκεῖν αὐτούς, ἀεὶ μενούσης αὐτοῖς ὁμοίας τῆς ὑποθέσεως τοῦ βίου; πενία γὰρ εἰσαεὶ καὶ τὸ λαμβάνειν ἀναγκαῖον καὶ ἀπόθετον οὐδὲν οὐδὲ περιττὸν εἰς φυλακήν, ἀλλὰ τὸ δοθέν, κἂν δοθῇ, κἂν ἀθρόως ληφθῇ, πᾶν ἀκριβῶς καὶ τῆς χρείας ἐνδεῶς καταναλίσκεται. καλῶς δὲ εἶχε μὴ τοιαύτας τινὰς ἀφορμὰς ἐπινοεῖν αἳ τὴν πενίαν τηροῦσι παραβοηθοῦσαι μόνον αὐτῇ, ἀλλʼ αἳ τέλεον ἐξαιρήσουσιν, καὶ ὑπέρ γε τοῦ τοιούτου καὶ εἰς βαθυκήτεα πόντον ἴσως ῥιπτεῖν, εἰ δεῖ, ὦ Θέογνι, καὶ πετρέων, ὡς φής, κατʼ ἠλιβάτων. εἰ δέ τις ἀεὶ πένης καὶ ἐνδεὴς καὶ ὑπόμισθος ὢν οἴεται πενίαν αὐτῷ τούτῳ διαπεφευγέναι, οὐκ οἶδα πῶς ὁ τοιοῦτος οὐκ ἂν δόξειεν ἑαυτὸν ἐξαπατᾶν.
ἄλλοι δὲ πενίαν μὲν αὐτὴν οὐκ ἂν φοβηθῆναι οὐδὲ καταπλαγῆναί φασιν, εἰ ἐδύναντο τοῖς ἄλλοις ὁμοίως πονοῦντες ἐκπορίζειν τὰ ἄλφιτα, νῦν δέ, πεπονηκέναι γὰρ αὐτοῖς τὰ σώματα ἢ ὑπὸ γήρως ἢ ὑπὸ νόσων, ἐπὶ τήνδε ῥᾴστην οὖσαν τὴν μισθοφορὰν ἀπηντηκέναι. φέρʼ οὖν ἴδωμεν εἰ ἀληθῆ λέγουσιν καὶ ἐκ τοῦ ῥᾴστου, μὴ πολλὰ μηδὲ πλείω τῶν ἄλλων πονοῦσι, περιγίγνεται αὐτοῖς τὰ διδόμενα· εὐχῇ γὰρ ἂν ἐοικότα εἴη ταῦτά γε, μὴ
λοιπὸν δὴ καὶ ἀληθέστατον μέν, ἥκιστα δὲ πρὸς αὐτῶν λεγόμενον, ἡδονῆς ἕνεκα καὶ τῶν πολλῶν καὶ ἀθρόων ἐλπίδων εἰσπηδᾶν αὐτοὺς εἰς τὰς οἰκίας, καταπλαγέντας μὲν τὸ πλῆθος τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, εὐδαιμονήσαντας δὲ ἐπὶ τοῖς δείπνοις καὶ τῇ ἄλλῃ τρυφῇ, ἐλπίσαντας δὲ ὅσον αὐτίκα χανδὸν οὐδενὸς ἐπιστομίζοντος πίεσθαι τοῦ χρυσίου. ταῦτα ὑπάγει αὐτοὺς καὶ δούλους ἀντὶ ἐλευθέρων τίθησιν — οὐχ ἡ τῶν ἀναγκαίων χρεία, ἣν ἔφασκον, ἀλλʼ ἡ τῶν οὐκ ἀναγκαίων ἐπιθυμία καὶ ὁ τῶν πολλῶν καὶ πολυτελῶν ἐκείνων ζῆλος. τοιγαροῦν ὥσπερ δυσέρωτας αὐτοὺς καὶ κακοδαίμονας ἐραστὰς ἔντεχνοί τινες καὶ τρίβωνες ἐρώμενοι παραλαβόντες ὑπεροπτικῶς περιέπουσιν, ὅπως ἀεὶ ἐρασθήσονται αὐτῶν θεραπεύοντες, ἀπολαῦσαι δὲ τῶν παιδικῶν ἀλλʼ οὐδὲ μέχρι φιλήματος ἄκρου μεταδιδόντες· ἴσασι γὰρ ἐν τῷ τυχεῖν τὴν διάλυσιν τοῦ ἔρωτος γενησομένην. ταύτην οὖν ἀποκλείουσιν καὶ ζηλοτύπως φυλάττουσιν· τὰ δὲ ἄλλα ἐπʼ ἐλπίδος ἀεὶ τὸν ἐραστὴν ἔχουσιν. δεδίασι γὰρ μὴ αὐτὸν ἡ
τὸ μὲν δὴ διʼ ἡδονῆς ἐπιθυμίαν ἅπαντα ὑπομένειν οὐ πάνυ ἴσως ὑπαίτιον, ἀλλὰ συγγνώμη εἴ τις ἡδονῇ χαίρει καὶ τοῦτο ἐξ ἅπαντος θεραπεύει ὅπως μεθέξει αὐτῆς. καίτοι αἰσχρὸν ἴσως καὶ ἀνδραποδῶδες ἀποδόσθαι διὰ ταύτην ἑαυτόν· πολὺ γὰρ ἡδίων ἡ ἐκ τῆς ἐλευθερίας ἡδονή. ὅμως δʼ οὖν ἐχέτω τινὰ συγγνώμην αὐτοῖς, εἰ ἐπιτυγχάνοιτο· τὸ δὲ διʼ ἡδονῆς ἐλπίδα μόνον πολλὰς ἀηδίας ὑπομένειν γελοῖον οἶμαι καὶ ἀνόητον, καὶ ταῦτα ὁρῶντας ὡς οἱ μὲν πόνοι σαφεῖς καὶ πρόδηλοι καὶ ἀναγκαῖοι, τὸ δὲ ἐλπιζόμενον ἐκεῖνο, ὁτιδήποτέ ἐστιν τὸ ἡδύ, οὔτε ἐγένετό πω τοσούτου χρόνου, προσέτι δὲ οὐδὲ γενήσεσθαι ἔοικεν, εἴ τις ἐκ τῆς ἀληθείας λογίζοιτο. οἱ μέν γε τοῦ Ὀδυσσέως ἑταῖροι γλυκύν τινα τὸν λωτὸν ἐσθίοντες ἠμέλουν τῶν ἄλλων καὶ πρὸς τὸ παρὸν ἡδὺ τῶν καλῶς ἐχόντων κατεφρόνουν· ὥστε οὐ πάντῃ ἄλογος αὐτῶν ἡ λήθη τοῦ καλοῦ, πρὸς τῷ ἡδεῖ ἐκείνῳ τῆς ψυχῆς διατριβούσης. τὸ δὲ λιμῷ συνόντα παρεστῶτα ἄλλῳ τοῦ λωτοῦ ἐμφορουμένῳ μηδὲν
τὰ μὲν τοίνυν πρὸς τὰς συνουσίας αὐτοὺς ἄγοντα καὶ ἀφʼ ὧν αὑτοὺς φέροντες ἐπιτρέπουσι τοῖς πλουσίοις χρῆσθαι πρὸς ὅ τι ἂν ἐθέλωσιν, ταῦτά ἐστιν ἢ ὅτι ἐγγύτατα τούτων, πλὴν εἰ μὴ κἀκείνων τις μεμνῆσθαι ἀξιώσειεν τῶν καὶ μόνῃ τῇ δόξῃ ἐπαιρομένων τοῦ συνεῖναι εὐπατρίδαις τε καὶ εὐπαρύφοις ἀνδράσιν· εἰσὶν γὰρ οἳ καὶ τοῦτο περίβλεπτον καὶ ὑπὲρ τοὺς πολλοὺς νομίζουσιν, ὡς ἔγωγε τοὐμὸν ἴδιον οὐδὲ βασιλεῖ τῷ μεγάλῳ αὐτὸ μόνον συνεῖναι καὶ συνὼν ὁρᾶσθαι μηδὲν χρηστὸν ἀπολαύων τῆς συνουσίας δεξαίμην ἄν.
τοιαύτης δὲ αὐτοῖς τῆς ὑποθέσεως οὔσης, φέρε ἤδη πρὸς ἡμᾶς αὐτοὺς ἐπισκοπήσωμεν οἷα μὲν πρὸ τοῦ εἰσδεχθῆναι καὶ τυχεῖν ὑπομένουσιν, οἷα δὲ ἐν αὐτῷ ἤδη ὄντες πάσχουσιν, ἐπὶ πᾶσι δὲ ἥτις αὐτοῖς ἡ καταστροφὴ τοῦ δράματος γίγνεται. οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἐστιν, ὡς εἰ καὶ πονηρὰ ταῦτα, εὔληπτα γοῦν καὶ οὐ πολλοῦ δεήσει τοῦ πόνου, ἀλλὰ θελῆσαι δεῖ μόνον, εἶτά σοι πέπρακται τὸ πᾶν εὐμαρῶς· ἀλλὰ πολλῆς μὲν τῆς διαδρομῆς δεῖ,[*](δεῖ ς, du Soul: not in best MSS.) συνεχοῦς δὲ τῆς θυραυλίας, ἕωθέν τε ἐξανιστάμενον περιμένειν ὠθούμενον καὶ ἀποκλειόμενον καὶ ἀναίσχυντον ἐνίοτε
ὁ δὲ οὐδὲ προσβλέπει πολλῶν ἑξῆς ἡμερῶν.
ἢν δέ ποτε καὶ τὰ ἄριστα πράξῃς, καὶ ἴδῃ σε καὶ προσκαλέσας ἔρηταί τι ὧν ἂν τύχῃ, τότε δὴ τότε πολὺς μὲν ὁ ἱδρώς, ἀθρόος δὲ ὁ ἴλιγγος καὶ τρόμος ἄκαιρος καὶ γέλως τῶν παρόντων ἐπὶ τῇ ἀπορίᾳ. καὶ πολλάκις ἀποκρίνασθαι δέον, τίς ἦν ὁ βασιλεὺς τῶν Ἀχαιῶν, ὅτι χίλιαι νῆες ἦσαν αὐτοῖς, λέγεις. τοῦτο οἱ μὲν χρηστοὶ αἰδῶ ἐκάλεσαν, οἱ δὲ τολμηροὶ δειλίαν, οἱ δὲ κακοήθεις ἀπαιδευσίαν. σὺ δʼ οὖν ἐπισφαλεστάτης πειραθεὶς τῆς πρώτης φιλοφροσύνης ἀπῆλθες καταδικάσας σεαυτοῦ πολλὴν τὴν ἀπόγνωσιν.
ἐπειδὰν δὲ
διαγάγῃς, οὐ μὰ Δία τῆς Ἑλένης ἕνεκα οὐδὲ τῶν Πριάμου Περγάμων, ἀλλὰ τῶν ἐλπιζομένων πέντε ὀβολῶν, τύχῃς δὲ καὶ τραγικοῦ τινος θεοῦ συνιστάντος, ἐξέτασις τοὐντεῦθεν εἰ οἶσθα τὰ μαθήματα. καὶ τῷ μὲν πλουσίῳ ἡ διατριβὴ οὐκ
- πολλὰς μὲν ἀΰπνους νύκτας ἰαύσῃς
- ἤματα δʼ αἱματόεντα
εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν. εἶτʼ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἴ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή.
μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτʼ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι. χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι· μόνως γὰρ ἂν οὕτως κρατήσειας.
Εἶεν· καὶ δὴ εὐτύχηταί σοι πάντα[*](εὐχῆς du Soul: εὐτυχὴς (—ῆς, —εῖς) MSS.) εὐχῆς μειζόνως· αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ
κεκράτηκας οὖν, ὦ μακάριε, καὶ ἔστεψαι τὰ Ὀλύμπια, μᾶλλον δὲ Βαβυλῶνα εἴληφας ἢ τὴν Σάρδεων ἀκρόπολιν καθῄρηκας, καὶ ἕξεις τὸ τῆς Ἀμαλθείας κέρας καὶ ἀμέλξεις ὀρνίθων γάλα. δεῖ δή σοι ἀντὶ τῶν τοσούτων πόνων μέγιστα ἡλίκα γενέσθαι τἀγαθά, ἵνα μὴ φύλλινος μόνον ὁ στέφανος ᾖ, καὶ τόν τε μισθὸν οὐκ εὐκαταφρόνητον ὁρισθῆναι καὶ τοῦτον ἐν καιρῷ τῆς χρείας ἀπραγμόνως ἀποδίδοσθαι καὶ τὴν ἄλλην τιμὴν ὑπὲρ τοὺς πολλοὺς ὑπάρχειν, πόνων δὲ ἐκείνων καὶ πηλοῦ καὶ δρόμων καὶ ἀγρυπνιῶν ἀναπεπαῦσθαι, καὶ τοῦτο δὴ τὸ τῆς εὐχῆς, ἀποτείναντα τὼ πόδε καθεύδειν, μόνα ἐκεῖνα πράττοντα ὧν ἕνεκα τὴν ἀρχὴν παρελήφθης καὶ ὧν ἔμμισθος εἶ. ἐχρῆν μὲν οὕτως, ὦ Τιμόκλεις, καὶ οὐδὲν ἂν ἦν μέγα κακὸν ὑποκύψαντα φέρειν τὸν ζυγὸν ἐλαφρόν τε καὶ εὔφορον καὶ τὸ μέγιστον, ἐπίχρυσον ὄντα. ἀλλὰ πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς δεῖ· μυρία γάρ ἐστιν ἀφόρητα ἐλευθέρῳ ἀνδρὶ ἐν αὐταῖς ἤδη ταῖς συνουσίαις γιγνόμενα. σκέψαι δὲ αὐτὸς ἑξῆς[*](τὰ ἐξῆς? ἐξῆς ἕκαστα Fritzsche.) ἀκούων, εἴ τις ἂν αὐτὰ ὑπομεῖναι δύναιτο παιδείᾳ κἂν ἐπʼ ἐλάχιστον ὡμιληκώς.
ἄρξομαι δὲ ἀπὸ τοῦ πρώτου δείπνου,
εὐθὺς οὖν πρόσεισιν παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτον ἵλεων ποιήσασθαι, παραβύσαντα εἰς τὴν χεῖρα, ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχμάς· ὁ δὲ ἀκκισάμενος καί, ἄπαγε, παρὰ σοῦ δὲ ἐγώ; καί, Ἡράκλεις, μὴ γένοιτο, ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών. σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις, δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο· ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν. αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξατο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων.
σὺ δʼ ὥσπερ εἰς[*](εἰς Coraes not in MSS.) τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα· καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως[*](εἴ πως Fritzsche: ὅπως MSS. adding εἰ before πολλάκις.) εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις. οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον[*](τεκμήριον Cobet: τεκμήριον ποιούμενοι MSS.) τοῦ μὴ παρʼ ἄλλῳ
ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς· ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν.
τὰ δʼ ἄλλα ποικίλος εἶ καὶ θορύβου πλέως τὴν ψυχήν, πρὸς ἕκαστα τῶν πραττομένων ἐκπεπληγμένος, καὶ ἄρτι μὲν εὐδαιμονίζεις τὸν πλούσιον τοῦ χρυσοῦ καὶ τοῦ ἐλέφαντος καὶ τῆς τοσαύτης τρυφῆς, ἄρτι δὲ οἰκτείρεις σεαυτόν, ὡς τὸ μηδὲν ὢν εἶτα ζῆν ὑπολαμβάνεις. ἐνίοτε δὲ κἀκεῖνο εἰσέρχεταί σε, ὡς ζηλωτόν τινα βιώσῃ τὸν βίον ἅπασιν ἐκείνοις ἐντρυφήσων καὶ μεθέξων αὐτῶν ἐξ ἰσοτιμίας· οἴει γὰρ εἰσαεὶ Διονύσια ἑορτάσειν. καί που καὶ μειράκια ὡραῖα διακονούμενα καὶ ἠρέμα προσμειδιῶντα γλαφυρωτέραν ὑπογράφει σοι τὴν μέλλουσαν διατριβήν, ὥστε συνεχῶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγγεσθαι,
οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιούςπολλὰ πονεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας.
Φιλοτησίαι τὸ ἐπὶ τούτῳ, καὶ σκύφον εὐμεγέθη
ἐπίφθονος δʼ οὖν ἀπὸ τῆς προπόσεως ἐκείνης πολλοῖς τῶν παλαιῶν φίλων γεγένησαι, καὶ πρότερον ἐπὶ τῇ κατακλίσει λυπήσας[*](λυπήσας Bekker: ἐλύπησας MSS.) τινὰς αὐτῶν, ὅτι τήμερον ἥκων προὐκρίθης ἀνδρῶν πολυετῆ δουλείαν ἠντληκότων. εὐθὺς οὖν καὶ τοιοῦτός τις ἐν αὐτοῖς περὶ σοῦ λόγος· τοῦτο ἡμῖν πρὸς τοῖς ἄλλοις δεινοῖς ἐλείπετο, καὶ τῶν ἄρτι εἰσεληλυθότων εἰς τὴν οἰκίαν δευτέρους εἶναι, καὶ μόνοις τοῖς Ἕλλησι τούτοις ἀνέῳκται ἡ Ῥωμαίων πόλις· καίτοι τί ἐστιν ἐφʼ ὅτῳ προτιμῶνται ἡμῶν; οὐ[*](οἱ Νaber.) ῥημάτια δύστηνα λέγοντες οἴονταί τι παμμέγεθες ὠφελεῖν; ἄλλος δέ, οὐ γὰρ εἶδες ὅσα μὲν ἔπιεν, ὅπως δὲ τὰ παρατεθέντα συλλαβὼν κατέφαγεν; ἀπειρόκαλος ἄνθρωπος καὶ λιμοῦ πλέως, οὐδʼ ὄναρ λευκοῦ ποτε ἄρτου ἐμφορηθείς, οὔτι γε Νομαδικοῦ ἢ Φασιανοῦ ὄρνιθος, ὧν μόλις τὰ ὀστᾶ ἡμῖν καταλέλοιπεν. τρίτος ἄλλος, ὦ μάταιοι, φησίν, πέντε οὐδʼ ὅλων ἡμερῶν ὄψεσθε αὐτὸν ἐνταῦθά που ἐν ἡμῖν τὰ ὅμοια ποτνιώμενον· νῦν μὲν γὰρ ὥσπερ τὰ καινὰ τῶν ὑποδημάτων ἐν τιμῇ τινι καὶ ἐπιμελείᾳ ἐστίν, ἐπειδὰν δὲ πατηθῇ πολλάκις καὶ ὑπὸ τοῦ πηλοῦ ἀναπλασθῇ, ὑπὸ τῇ κλίνῃ ἀθλίως ἐρρίψεται κόρεων ὥσπερ ἡμεῖς ἀνάπλεως.
Ἐκεῖνοι μὲν οὖν τοιαῦτα πολλὰ περὶ σοῦ
τὸ δʼ οὖν συμπόσιον ὅλον ἐκεῖνο σόν ἐστιν καὶ περὶ σοῦ οἱ πλεῖστοι τῶν λόγων. σὺ δʼ ὑπʼ ἀηθείας πλέον τοῦ ἱκανοῦ ἐμπιὼν οἴνου λεπτοῦ καὶ δριμέος, πάλαι τῆς γαστρὸς ἐπειγούσης, πονηρῶς ἔχεις, καὶ οὔτε προεξαναστῆναί σοι καλὸν οὔτε μένειν ἀσφαλές. ἀποτεινομένου τοίνυν τοῦ πότου καὶ λόγων ἐπὶ λόγοις γιγνομένων καὶ θεαμάτων ἐπὶ θεάμασι παριόντων — ἅπαντα γὰρ ἐπιδείξασθαί σοι τὰ αὑτοῦ βούλεται — κόλασιν οὐ μικρὰν ὑπομένεις μήτε ὁρῶν τὰ γιγνόμενα μήτε ἀκούων εἴ τις ᾄδει ἢ κιθαρίζει πάνυ τιμώμενος μειρακίσκος, ἀλλʼ ἐπαινεῖς μὲν ὑπʼ ἀνάγκης, εὔχῃ δὲ ἢ σεισμῷ συμπεσεῖν ἐκεῖνα πάντα ἢ πυρκαϊάν τινα προσαγγελθῆναι, ἵνα ποτὲ καὶ διαλυθῇ τὸ συμπόσιον.
τοῦτο μὲν δή σοι τὸ πρῶτον, ὦ ἑταῖρε, καὶ ἥδιστον ἐκεῖνο δεῖπνον, οὐκ ἔμοιγε τοῦ θύμου καὶ τῶν λευκῶν ἁλῶν ἥδιον ὁπηνίκα βούλομαι καὶ ὁπόσον ἐλευθέρως ἐσθιομένων.
ἵνα γοῦν σοι τὴν ὀξυρεγμίαν τὴν ἐπὶ τούτοις παρῶ καὶ τὸν ἐν τῇ νυκτὶ ἔμετον, ἕωθεν δεήσει περὶ τοῦ μισθοῦ συμβῆναι ὑμᾶς, ὁπόσον τε καὶ ὁπότε τοῦ ἔτους χρὴ λαμβάνειν. παρόντων οὖν ἢ[*](καὶ? Cobet excises.) δύο ἢ τριῶν φίλων προσκαλέσας σε καὶ καθίζεσθαι κελεύσας ἄρχεται λέγειν· τὰ μὲν ἡμέτερα ὁποῖά ἐστιν ἑώρακας ἤδη, καὶ ὡς τῦφος ἐν αὐτοῖς οὐδὲ εἷς, ἀτραγῴδητα δὲ καὶ πεζὰ πάντα καὶ δημοτικά, χρὴ δέ σε οὕτως ἔχειν ὡς ἁπάντων
ὁ μὲν ταῦτα εἰπὼν καὶ ὅλον σε διασείσας ταῖς ἐλπίσι τιθασὸν ἑαυτῷ πεποίηκε, σὺ δὲ πάλαι τάλαντα καὶ μυριάδας ὀνειροπολήσας καὶ ἀγροὺς ὅλους καὶ συνοικίας συνίης μὲν ἠρέμα τῆς μικρολογίας, σαίνεις δὲ ὅμως τὴν ὑπόσχεσιν καὶ τό, πάντα ἡμῖν κοινὰ ἔσται, βέβαιον καὶ ἀληθὲς ἔσεσθαι νομίζεις, οὐκ εἰδὼς ὅτι τὰ τοιαῦτα
χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.τελευταῖον δʼ ὑπʼ αἰδοῦς αὐτῷ ἐπέτρεψας. ὁ δὲ