Macrobii

Lucian of Samosata

Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.

Μασσινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη. Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ ἐθνάρχου βασιλεὺς ἀναγορευθεὶς Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη· ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην[*](τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Guyet: τοὺς ὑπὸ τῇ μάχῃ MSS.) Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα· Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκατὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ.

βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακροβίους οἱ πρὸ ἡμῶν.

ἐπεὶ δὲ καὶ φιλόσοφοι καὶ πάντες οἱ περὶ παιδείαν ἔχοντες, ἐπιμέλειάν πως καὶ οὗτοι ποιούμενοι ἑαυτῶν, εἰς μακρὸν

v.1.p.236
γῆρας ἦλθον, ἀναγράψομεν καὶ τούτων τοὺς ἱστορημένους, καὶ πρώτους γε φιλοσόφους. Δημόκριτος μὲν Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα. Ξενόφιλος δὲ ὁ μουσικός, ὥς φησιν Ἀριστόξενος, προσσχὼν τῇ Πυθαγόρου φιλοσοφίᾳ ὑπὲρ τὰ πέντε καὶ ἑκατὸν ἔτη Ἀθήνησιν ἐβίωσεν. Σόλων δὲ καὶ Θαλῆς καὶ Πιττακός, οἵτινες τῶν κληθέντων ἑπτὰ σοφῶν ἐγένοντο, ἑκατὸν ἕκαστος ἔζησεν ἔτη,