Macrobii
Lucian of Samosata
Lucian, Vol. 1. Harmon, A. M., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
Ἀρταξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφʼ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενήκοντα. Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου
Ὑσπαυσίνης δὲ ὁ Χάρηκος καὶ τῶν κατʼ Ἐρυθρὰν θάλασσαν τόπων βασιλεὺς πέντε καὶ ὀγδοήκοντα ἐτῶν νοσήσας ἐτελεύτησεν. Τίραιος δὲ ὁ μεθʼ Ὑσπαυσίνην τρίτος βασιλεύσας δύο καὶ ἐνενήκοντα βιοὺς ἔτη[*](ἔτη Schwartz: not in MSS.) ἐτελεύτα νόσῳ. Ἀρτάβαζος δὲ ὁ μετὰ Τίραιον ἕβδομος βασιλεύσας Χάρακος ἓξ καὶ ὀγδοήκοντα ἐτῶν καταχθεὶς ὑπὸ Πάρθων ἐβασίλευσε. Καμνασκίρης δὲ βασιλεὺς Παρθυαίων ἓξ καὶ ἐνενήκοντα ἔζησεν ἔτη.