Ocypus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι
- τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφορᾶν.
- Ὁρᾷς με, Σωτὴρ καὶ πάλιν Σωτήριχε,
- σάλπιγγος αὐτῆς ὄνομ’ ἔχων Σωτήριχε,
- δεινὸς πόνος μὲ τοῦ ποδὸς δάκνει κακῶς,
- δειλὸν δὲ βῆμα κοὐχ ἁπλοῦν τιθῶ ποδί.
- Πόθεν; τί παθών; μήνυσον, ἢ ποίῳ τρόπῳ;
- μαθὼν ἀλήθειαν γὰρ ἰατρὸς ἀσφαλῶς
- κρεῖττον πρόσεισι, σφάλλεται δὲ μὴ μαθών.
- Δρόμον τιν’ ἀσκῶν καὶ τέχνην γυμναστικὴν
- δεινῶς ἐπλήγην ὑπὸ φίλων ὁμηλίκων.
- Πῶς οὖν ἀηδὴς οὐ πάρεστι φλεγμονὴ
- τόπου κατ’ αὐτοῦ κοὐκ ἔχεις τιν’ ἐμβροχήν;
- Οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,