Ocypus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος.
- πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω,
- ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί.
- Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων.
- προθυμία γὰρ ἐν γέρουσι παρέπεται,
- πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος.
- Τί μοι σοφίζῃ. κοὺ λέγεις οἵῳ τρόπῳ
- πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βασιν;
- Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα,
- τρέχων ἔτεινα. καὶ συνεμμίχθην πόνῳ.
- Πάλιν τρέχ᾿, ὡς τις εἶπεν, ὃς καθήμενος
- πώγωνα τίλλει χουριῶν ὑπ’ ὠλέναις.
- Οὐκοῦν παλαίων ὡς θέλων παρεμβολὴν
- βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι.