Ocypus

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

  1. Ἔπαιρε σαυτόν, ὦ τέκνον, καὶ κούφισον.
  2. μή πῶς με πίπτων καταβάλῃς σὺ χωλὸς ὦν.
Ὠκύπους
  1. Ἰδού, κρατῶ σε δίχα βάρους καὶ πείθομαι
  2. καὶ τὸν πονοῦντα πόδα τιθῶ καὶ καρτερῶ·
  3. νεωτέρῳ γὰρ αἶσχος ἐν παισὶν ἀεὶ
  4. ὑπηρέτης ἀδύνατος γογγύζων γέρων.
Τροφεύς
  1. Μὴ μὴ σὺ ταῦτα, μωρέ, μή με κερτομει,
  2. μή μ’ ὡς νέος κόμπαξε, τοῦτ’ εἰδὼς ὅτι
  3. ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος.
  4. πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω,
  5. ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί.
Ὠκύπους
  1. Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων.
  2. προθυμία γὰρ ἐν γέρουσι παρέπεται,
  3. πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος.
Τροφεύς
  1. Τί μοι σοφίζῃ. κοὺ λέγεις οἵῳ τρόπῳ
  2. πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βασιν;
Ὠκύπους
  1. Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα,
  2. τρέχων ἔτεινα. καὶ συνεμμίχθην πόνῳ.
Τροφεύς
  1. Πάλιν τρέχ᾿, ὡς τις εἶπεν, ὃς καθήμενος
  2. πώγωνα τίλλει χουριῶν ὑπ’ ὠλέναις.