Ocypus
Pseudo-Lucian
Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- ἀλλὰ κατ’ ἐμοῦ πέμπουσι δυσφήμους ἀρὰς
- ὡς δεσμὸν ἐλπίζοντες ἐκφυγεῖν ἐμόν.
- τί ταῦτα φλυαρῶ κοὺ λέγω τίνος χάριν
- πάρειμι μὴ φέρουσα τὴν ἐμὴν χολήν;
- ὁ γὰρ δόλον γενναῖος, ὁ θρασὺς Ὠκύπους
- φρονεῖ καθ’ ἡμῶν μηδὲν εἶναί μέ τι λέγων.
- ἐγὼ δ’ ὑπ’ ὀργῆς ὡς γυνὴ δεδηγμένη
- ἀντέδακα τοῦτον ἀθεράπευτον εὐστόχως,
- ὡς ἦν ἔθος μοι κονδύλου ποδὸς τυχεῖν.
- ἤδη δ’ ὁ δεινὸς Πόνος ἔχει λεπτὸν τόπον
- καὶ τὴν βάσιν νυγμοῖσι τρυπᾷ τὴν κάτω.
- ὁ δ’ ὡς δρόμοισιν ἢ πάλῃ πλήξας ἴχνος
- πλανᾷ γέροντα παιδαγωγὸν ἄθλιον.
- καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον
- δύστηνος αὐτὸς ἐκ δόμων προσέρχεται.
- Πόθεν δ’ ὁ δεινὸς κατὰ ποδῶν οὗτος παρῆν
- ἀτραυμάτιστος, ἄβατος, ἄστατος πόνος;
- τείνει δὲ νεῦρον οἷα τοξότης ἀνὴρ
- βέλος προπέμπων καὶ στένειν βιάζεται·
- τὸ τῶν πονούντων ἔσχατον στοιχεῖ χρόνῳ.