Ocypus

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

  1. ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου.
  2. ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις,
  3. φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς
  4. κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος·
  5. ἔπειτα νυκτὸς διυπνίσας ἐχραύγασεν
  6. ὡς δαίμονι πληγείς, καὶ φόβος πάντας λάβεν.
  7. ἔλεξε δ’, Οἴμοι, πόθεν ἔχω κακὴν τύχην;
  8. δαίμων τάχα κρατῶν τις ἐξωθεῖ ποδός.
  9. πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος
  10. ὁποῖα κῆρυξ ἐξεθρήνει τὸν πόδα.
  11. ἐπεὶ δ’ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν,
  12. οὗτος προσῆλθε χεῖρα θεὶς ἐμοὶ πικρὰν
  13. θρηνῶν πυρέσσων ἐπ’ ἐμοὶ βάζων * * *
  14. ἃ πρὶν δὲ σοὶ κατεῖπε, πάντ’ ἐψεύσατο.