Demosthenis encomium

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

παρέντι δὴ τὰς Ἀθήνας ἐκδέχεται τὸν λόγον πατὴρ τριήραρχος, χρυσέα κρηπὶς κατὰ Πίνδαρον· οὐ γὰρ ἦν Ἀθήνησι λαμπρότερον τιμήματος τριηραρχικοῦ. εἰ δὲ τοῦ Δημοσθένους ἔτι κομιδῇ παιδὸς ὄντος ἐτελεύτα, τὴν ὀρφανίαν οὐ συμφορὰν ὑποληπτέον. ἀλλὰ δόξης ὑπόθεσιν τὸ τῆς φύσεως γενναῖον ἀποκαλυπτούσης.

Ὁμήρου μὲν οὖν οὔτε παίδευσιν οὔτ’ ἄσκησιν μνήμῃ καθ’ ἱστορίαν παρειλήφαμεν, ἀλλ’ εὐθὺς ἀνάγκη τῶν ἐπαίνων ἅπτεσθαι τῶν ὑπ’ αὐτοῦ δεδημιουργημένων, ὕλην ἐκ τροφῆς καὶ μελέτης καὶ διδασκαλίας οὐκ ἔχοντα, μηδ’ οὖν ἐπὶ τὴν Ἡσιόδου δάφνην καταφυγόντα τὴν ῥᾳθύμως καὶ τοῖς ποιμέσι τῶν ἐπῶν ἐπιπνέουσαν. σοὶ δὲ ἐνταῦθα δή που πολὺς μὲν ὁ Καλλίστρατος, λαμπρὸς δὲ ὁ κατάλογος, Ἀλκιδάμας, Ἰσοκράτης, Ἰσαῖος, Εὐβουλίδης. μυρίων μὲν ἐφελκομένων Ἀθήνησι τῶν ἡδονῶν καὶ τοὺς πατρονομίας ἀνάγκαις ὑποκειμένους, ταχείας δὲ οὔσης τοῖς μειρακίοις τῆς ἡλικίας εἰς τὰς θρύψεις ὑπολισθάνειν, παρὸν δ’ αὐτῷ κατ’ ἐξουσίαν κωμάζειν ἐκ τῆς τῶν ἐπιτρόπῶν ὀλιγωρίας, ὁ τῆς φιλοσοφίας καὶ τῆς πολιτικῆς ἀρετῆς κατεῖχε πόθος. ὃς αὐτὸν ἦγεν οὐκ ἐπὶ τὰς Φρύνης, ἀλλ’ ἐπὶ τὰς Ἀριστοτέλους καὶ Θεο- φράστου καὶ Ξενοκράτους καὶ Πλάτωνος θύρας.

κἀνταῦθ’ ἄν, ὦ βέλτιστε, φιλοσοφοῖς τῷ λόγῳ διττὰς ἐπ’ ἀνθρώποις ἐρώτων ἀγωγάς, τὴν μὲν θαλαττίου τινὸς ἔρωτος παράφορόν τε καὶ ἀγρίαν καὶ κυμαίνουσαν ἐν ψυχῇ, Ἀφροδίτης πανδήμου κλύδωνα φλεγμαινούσαις νέων ὁρμαῖς αὐτόχρημα θαλάττιον, τὴν δὲ οὐρανίου χρυσῆς τινος σειρᾶς ἕλξιν, οὐ πυρὶ καὶ τόξοις ἐντιθεῖσαν δυσαλθεῖς νόσους τραυμάτων, ἀλλ’ ἐπὶ τὴν αὐτοῦ τοῦ κάλλους ἄχραντόν τε καὶ καθαρὰν ἰδέαν ἐξορμῶσαν μανίᾳ σώφρονι τῶν ψυχῶν, ὅσαι Ζηνὸς ἐγγὺς καὶ θεῶν ἀγχίσποροι, φησὶν ὁ τραγικός.

ἔρωτι δὴ πάντα πόριμα,

κουρὰ σπήλαιον κάτοπτρον ξίφος, γλῶτταν διαρθρῶσαι, μετελθεῖν ὀψὲ τῆς ἡλικίας ὑπόκρισιν, μνήμην ἀκριβῶσαι, θορύβου καταφρονῆσαι, συνάψαι νύκτας ἐπιπόνοις ἡμέραις. ἐξ ὧν τίς οὐκ οἶδεν ὁποῖος ὁ Δημοσθένης, ἔφη, σοὶ τὴν ῥητορικὴν ἐγένετο ταῖς μὲν ἐννοίαις καὶ τοῖς ὀνόμασι καταπυκνῶν τὸν λόγον, ταῖς δὲ διαθέσεσιν ἐξακριβῶν τὰς πιθανότητας, λαμπρὸς μὲν τῷ μεγέθει. σφοδρὸς δὲ τῷ πνεύματι, σωφρονέστατος δὲ τῶν ὀνομάτων καὶ τῶν νοημάτων τὴν ἐγκράτειαν, ποικιλώτατος δ’ ἐναλλαγαῖς σχημάτων· μόνος γέ τοι τῶν ῥητόρων, ὡς ὁ Λεωσθένης ἐτόλμησεν εἰπεῖν, ἔμψυχον καὶ σφυρήλατον παρεῖχε τὸν λόγον.

οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν. οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους, ἀλλ’ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν. Πυθέᾳ δὲ ὁ κρότος τῶν Δημοσθενικῶν λόγων ἀπόξειν ἐφαίνετο τοῦ νυκτερινοῦ λύχνου. καὶ τουτὶ μέν, ἔφη, σοὶ τὸ χωρίον τοῦ λόγου κοινὸν πρὸς τὴν ἐμὴν ὑπόθεσιν· οὐ γάρ τοι μείων ὁ περὶ τὴν Ὁμήρου ποίησιν ὑπῆρχε κἀμοὶ λόγος.

ἀλλ’ εἰ μετίοις ἐπὶ τὰς φιλανθρωπίας καἱ τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν καὶ τῆς πολιτείας τὴν ὅλην λαμπρότητα . . . . . καὶ ὁ μὲν ᾔει συνείρων ὡς τὰ λοιπὰ προσθήσων, ἐγὼ δὲ γελάσας, Ἦ πού γε, ἔφην, διανοῇ καταχεῖν μου τῶν ὤτων ὥσπερ βαλανεὺς καταντλήσας τὸν λοιπὸν λόγον; Νὴ Δία γε, εἶπε, . . . . . δημοθοινίας τε καὶ χορηγίας ἐθελουσίους καὶ τριηραρχίας καὶ εἴχος καὶ τάφρον καὶ λύσεις αἰχμαλώτων καὶ παρθένων ἐκδόσεις, ἀρίστην πολιτείαν, καὶ πρέσβεις καὶ νομοθεσίας καὶ μέγεθος πολιτευμάτων ἐμπεσόν, γελᾶν ἔπεισί

μοι τοῦ τὰς ὀφρῦς συνάγοντος καὶ δεδιότος μὴ λόγοι τῶν Δημοσθένους αὐτὸν ἔργων ἐπιλίποιεν.

Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἕν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆσθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν; Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς σὺ φής, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐχ ἔχεις πρὸς λαμπρὰν τὴν Δημοσθένους δόξαν τὴν ὄψιν ἀπερεῖσαι· καὶ γὰρ αὐτός τι τοιοῦτον ἐφ’ Ὁμήρῳ κατὰ τὰς ἀρχὰς πέπονθα. κατέβαλον γοῦν μικροῦ δεῖν, ὡς οὐκ ἀντιβλεπτέον ὄν μοι πρὸς τὴν ὑπόθεσιν. εἶτ’ ἐγὼ μέν, οὐκ οἶδ’ ὅπως, ἀνήνεγκα, καὶ δοκῶ μοι κατὰ σμικρὸν προσεθιζόμενος ἀντίον ὁρᾶν, μηδ’ ἀποτρέπων ὥσπερ ἡλίου τὰς ὄψεις νόθος τοῦ τῶν Ὁμηριδῶν γένους ἐλέγχεσθαι.

σὸν δέ μοι φαίνεται καὶ τοῦτο, ἔφη, πολὺ ῥᾷον ἢ τὸ κατ’ ἐμὲ εἶναι· τῆς μὲν γὰρ Ὁμήρου δόξης οἷον ἐπὶ μιᾶς ὁρμού- σης τῆς ποιητικῆς δυνάμεως ἀθρόως ἐξ ἀνάγκης ἦν ἁπάσης λαβέσθαι: σὺ δ’ εἰ μὲν ἐπὶ τὸν Δημοσθένην ὅλον ἐφάπαξ τῇ γνώμῃ τράποιο, καὶ μάλα ἂν ἀποροῖς περὶ τὸν λόγον ᾄττων οὐδ’ ἔχων ὅτου πρώτου τῇ γνώμῃ λάβοιο, καθάπερ οἱ λίχνοι πάσχουσι περὶ τὰς Συρακουσίας τραπέξας ἢ οἱ φιλήκοοι καὶ φιλοθεάμονες εἰς μυρίας ἀκου- σμάτων καὶ θεαμάτων ἐμπεσόντες ἡδονάς· οὐχ ἔχουσιν ἐφ’ ἣν ἔλθωσιν ἀεὶ τὴν ἐπιθυμίαν μετατιθέντες. οἷμαι δὲ καὶ σὲ μεταπηδᾶν οὐκ ἔχοντα ἐφ’ ὅ τι σταίης. ἐν κύκλῳ σε περιελκόντων φύσεως μεγαλοπρεποῦς, ὁρμῆς διαπύ- ρου, βίου σώφρονος, λόγου δεινότητος, τῆς ἐν ταῖς πράξεσιν ἀνδρείας, λημμάτων πολλῶν καὶ μεγάλων ὑπερο- ψίας, δικαιοσύνης φιλανθρωπίας πίστεως φρονήματος συνέσεως, ἑκάστου τῶν πολλῶν καὶ μεγάλων πολιτευμάτων. ἴσως οὖν ὁρῶν ἔνθεν μὲν ψηφίσματα πρέσβεις δημηγορίας νόμους, ἐχεῖθεν ἀποστόλους Εὔβοιαν Μέγαρα

τὴν Βοιωτίαν Χίον Ῥόδον τὸν Ἑλλήσποντον Βυξάντιον, οὐκ ἔχεις ὅποι τὴν γνώμην ἀποκλίνῃς συμπεριφερόμενος τοῖς πλεονεκτήμασιν.

ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως πῶς ἠπόρηκεν,

    Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,
  1. ἢ Κάδμον, ἢ σπαρτῶν ἱερὸν γένος ἀνδρῶν,
  2. ἢ τὰν κυανάμπυκα Θήβαν,
  3. ἢ τὸ πάντολμον σθένος Ἡρακλέους,
  4. ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν,
  5. ἢ γάμον λευκωλένου Ἁρμονίας ὑμνήσομεν;
οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ ῥητορικὴν ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.

ἔστι δ’ οὐδὲν ἔργον ἐκφυγεῖν, ἔφη, τὴν πλάνην, ἀλλ’ ἑνὸς ὅτου δὴ λαβόμενος ἢ τῆς ῥητορείας καθ’ αὑτὴν εἰς ταύτην κατάθου τοῦτον τὸν λογον. ἱκανή γ’ ἄν σοι οὐδ’ ἡ Περικλέους· ἐκείνου μέν γὲ τὰς ἀστραπὰς καὶ βροντὰς καὶ πειθοῦς τι κέντρον δόξῃ παραλαβόντες, ἀλλ’ αὐτήν γε οὐχ ὁρῶμεν, δῆλον ὡς ὑπὲρ τὴν φαντασίαν οὐδὲν ἔμμονον ἔχουσαν οὐδ’ οἷον ἐξαρκέσαι πρὸς τὴν τοῦ χρόνου βάσανον καὶ κρίσιν· τὰ δὲ τοῦ Δημοσθένους . . . . ἀλλὰ σοὶ καταλελείφθω λέγειν, εἰ ταύτῃ τράποιο.