Demosthenis encomium

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

Βαδίζοντί μοι κατὰ τὴν στοὰν τὴν ἐντεῦθεν ἐξιόν των ἐν ἀριστερᾷ, τῆς ἕκτης ἐπὶ δέκα σμικρὸν πρὸ μεσημβρίας, Θερσαγόρας περιτυγχάνει. τάχα τινὲς ὑμῶν αὐτὸν ἐπίστανται. σμικρός τίς ἐστι γρυπὸς ὑπόλευκος ἀνδρικὸς τὴν φύσιν. ἰδὼν οὖν αὐτὸν ἔτι προσιόντα, Θερσαγόρας, ἔφην, ὁ ποιητὴς ποῖ δὴ καὶ πόθεν; Οἴκοθεν, ἦ δ’ ὅς, ἐνταῦθα. Πότερον, ἦν δ’ ἐγώ, διαβαδιῶν; Ἀμέλει μὲν οὖν, ἔφη, καὶ τούτου δεόμενος· ἀωρὶ γάρ τοι τῶν νυκτῶν ἐξαναστὰς ἔδοξέ μοι χρῆναι τοῖς Ὁμήρου γενεθλίοις τῆς ποιητικῆς ἀπάρξασθαι. Καλῶς γε σὺ ποιῶν, ἔφην, καὶ τὰ τροφεῖα τὴς παιδεύσεως ἐκείνῳ τίνων. Ἐκεῖθεν οὖν ἀρξάμενος, ἦ δ’ ὅς, ἔλαθον ἐμαυτὸν εἰς τοῦτο τῆς μεσημβρίας ἐκπεσών. ὅπερ οὖν ἔφην, δεῖ μέν μοι καὶ τοῦ περιπάτου.

πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω - τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας· ἴστε δή που τὸν ἐν δεξιᾷ τοῦ τῶν Πτολεμαίων νεώ, τὸν καθειμένον τὰς κόμας - προσερῶν τε οὖν αὐτὸν ἀφικόμην, ἔφη, καὶ προσευξόμενος ἀφθόνων διδόναι τῶν ἐπῶν. Εἰ γάρ, ἔφην, ἐν εὐχαῖς τὰ πράγματα εἴη· πάλαι γάρ τοι καὶ αὐτὸς ἐνοχλεῖν μοι δοκῶ τὸν Δημοσθένην ἐπικουρῆσαί τι πρὸς τὴν αὐτοῦ γενέθλιον. εἰ οὖν ἡμῖν ἐπαρκέσοι τὸ εὔχεσθαι, συμβουλοίμην ἄν σοι· κοινὸν γὰρ ἡμῖν τὸ ἕρμαιον. Ἐγὼ μέν, ἔφη, καὶ τῶν νύκτωρ τε καὶ τήμερον πεποιημένων δοκῶ μοι τῆς εὐροίας τὸν Ὅμηρον ἐπιγράψασθαι· θείως γάρ πως καὶ μαντικῶς εἰς τὴν ποίησιν ἐξεβακχεύθην. κρινεῖς δ’ αὐτός· ἐπίτηδες γάρ τοι τουτὶ τὸ γραμματεῖον περιηγόμην, εἰ ἄρα τῷ σχολὴν ἄγοντι τῶν ἑταίρων περιτύχοιμι. δοκεῖς οὖν ἐν καλῷ μοι σὺ τῆς σχολῆς εἶναι.

Μακάριος γὰρ εἶ, ἦν δ’ ἐγώ,

καὶ πέπονθας τὸ τοῦ τὸν δόλιχον νενικηκότος, ὃς ἤδη λελουμένος τὴν κόνιν καὶ τὸ λοιπὸν τῆς θέας ψυχαγωγούμενος μυθολογεῖν πρὸς τὸν παλαιστὴν διενοεῖτο, ἐπιδόξου κληθήσεσθαι τῆς πάλης οὔσης· ὁ δ’, Ἀλλ’ ἐπὶ τῆς βαλβῖδος οὐκ ἂν ἐμυθολόγεις, ἔφη. Καὶ σὺ δή μοι δοκεῖς νενικηκὼς τὸν δόλιχον τῶν ἐπῶν ἐντρυφᾶν ἀνδρὶ μάλα δὴ κατορρωδοῦντι τὴν τοῦ σταδίου τύχην. καὶ ὃς γελάσας, Ὡς δή σοι τί τῶν ἀπόρων, εἶπεν, ἐργασόμενος;

Ἴσως γάρ, ἔφην, ὁ Δημοσθένης ἐλάττονος ἢ καθ’ Ὅμηρον εἶναί σοι λόγου καταφαίνεται. καὶ σὺ μὲν μέγα φρονεῖς Ὅμηρον ἐπαινέσας, ἐμοὶ δὲ ὁ Δημοσθένης σμικρὸν καὶ τὸ μηδέν; Συκοφαντεῖς, ἔφη. διαστασιάσαιμι δ’ οὐκ ἂν τοὺς ἥρως, εἰ καὶ πλείων εἰμὶ τὴν γνώμην πρὸς Ὁμήρου τετάχθαι. Εὖ γε, εἶπον·

ἐμὲ δ’ οὐκ ἂν νομίξοις πρὸς τοῦ Δηιμοσθένους; ἀλλὰ ἐπεί γε μὴ ταύτῃ τὸν λόγον ἀτιμάζεις κατὰ τὴν ὑπόθεσιν, δῆλον ὡς τὴν ποιητικὴν ἔργον ἡγῇ μόνον, τοὺς δὲ ῥητορικοὺς λόγους καταφρονεῖς ἀτεχνῶς οἷον ἱππεὺς παρὰ πεζοὺς ἐλαύνων. Μὴ μανείην, ἔφη, ταῦτά γε, κἂν εἰ πολλῆς δεῖ τῆς μανίας ἐπὶ τὰς ποιητικὰς ἰοῦσι θύρας. Δεῖ γάρ τοι καὶ τοῖς καταλογάδην, ἔφην, ἐνθέου τινὸς ἐπιπνοίας, εἰ μέλλουσι μὴ ταπεινοὶ φανεῖσθαι καὶ φαύλης φροντίδος. Οἶδά τοι, ἔφη, ὦ ἑταῖρε, καὶ χαίρω πολλάκις ἄλλων τε δὴ λογοποιῶν καὶ τὰ Δημοσθένους ἐγγὺς τῶν Ὁμήρου τιθείς, οἷον λέγω τὴν σφοδρότητα καὶ πικρίαν καὶ τὸν ἐνθουσιασμόν, καὶ τὸ μὲν οἰνοβαρὲς πρὸς τὰς Φιλίππου μέθας καὶ κορδακισμοὺς καὶ τὴν ἀσέλγειαν, τὸ δ’ εἷς οἰωνὸς ἄριστος πρὸς τό δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τὰς ἀγαθὰς ὑποθεμένους ἐλπίδας, καὶ τό

ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς
πρὸς τό πηλίκον ποτὲ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες.
παραβάλλω δὲ καὶ τὸν ῥέοντα Πύθωνα πρὸς τὰς Ὀδυσσέως νιφάδας τῶν λύγων, καὶ τὸ
    εἰ μὲν μέλλοιμεν ἀγήρω τ᾿ ἀθανάτω τε
  1. ἔσσεσθαι
πρὸς τό πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. καὶ μυρίαι γεγόνασιν αὐτοῖς ἐπὶ ταὐτὸν τῆς διανοίας ἐπιδρομαί.

ἥδομαι δὲ καὶ πάθη καὶ διαθέσεις καὶ τροπὰς λέξεως καταμανθάνων καὶ τὰς ἀφαιρούσας τὸν κόρον μεταβολὰς καὶ τὰς ἐκ τῶν παρατροπῶν ἐπανόδους καὶ τὰς τῶν παραβολῶν σὺν τῷ καιρῷ γλαφυρότητας καὶ τὸ τοῦ τρόπου μισοβάρβαρον πανταχοῦ.

καί μοι πολλάκις ἔδοξεν - οὐ γὰρ ἂν τἀληθὲς ἀποκρυψαίμην - εὐπρεπέστερον μὲν ῥᾳθυμίας Ἀττικῆς καθάπτεσθαι Δημοσθένης, ὁ τὴν παρρησίαν, ὡς φασίν, ἀνειμένος, τοῦ τοὺς Ἀχαιοὺς Ἀχαιίδας προσειπόντος, διαρχεστέρῳ δὲ τόνῳ πνεύματος τὰς Ἑλληνικὰς ἀποπληροῦν τραγῳδίας τοῦ μεταξὺ τῆς ἀκμαιοτάτης μάχης διαλόγους ἀναπλάττοντος καὶ μύθοις τὴν φορὰν σκεδαννύντος.

πολλάκις δὲ μετὰ τοῦ Δημοσθένους καὶ μέτρα κώλων καὶ ῥυθμοὶ καὶ βάσεις οὐκ ἔξω τῆς ποιητικῆς ἡδονῆς ἐκβιβάξουσιν, ὥσπερ οὐδ’ Ὅμηρος ἐλλιπὴς ἀντιθέσεων ἢ παρισώσεων ἢ σχημάτων τραχύτητος ἢ καθαρότητος. ἀλλ’ ἔοικε φύσει πως ὑπάρχειν, ταῖς δυνάμεσι τὰς ἀρετὰς ἐπιπεπλέχθαι. πόθεν γὰρ δὴ περιφρονοίην ἂν τὴν σὴν Καλλιόπην, τοιαύτην γε γιγνώσκων;

ἀλλ’ οὐδὲν ἧττον τοὐμὸν ἀγώνισμα τῶν εἰς Ὅμηρον ἐγκωμίων διπλάσιον ἔργον ἢ τοὺς σοὺς εἰς Δημοσθένην ἐπαίνους τίθημι, οὐ τοῖς μέτροις, ἀλλὰ τῇ ὑποθέσει φημί, τῷ τοὐμὸν μὲν οὐκ ἔχειν ἑδραίαν τινὰ χρηπῖδα τῶν ἐπαίνων ὑποβάλλεσθαι πλήν γε τῆς ποιητικῆς αὐτῆς· τὰ δ’ ἄλλα τῷ μὲν ἀσαφῆ, πατρὶς καὶ γένος καὶ χρόνος· εἰ γοῦν τι σαφὲς αὐτῶν ἦν,

οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις,
πατρίδα μὲν αὐτῷ διδόντων Ἴον ἢ Κολοφῶνα ἢ Κύμην ἢ Χίον ἢ Σμύρναν ἢ Θήβας τὰς Αἰγυπτίας ἢ μυρίας ἄλλας, πατέρα δὲ Μαίονα τὸν Λυδὸν ἢ ποταμὸν καὶ μητέρα Μελανώπην φασὶν ἢ νύμφην τῶν Δρυάδων ἀνθρωπίνου γένους ἀπορίᾳ, χρόνον δὲ τὸν ἡρωϊκὸν ἢ τὸν Ἰωνικόν. καὶ μηδ’ ὅπως πρὸς τὸν Ἡσίοδον εἶχεν ἡλικίας σαφῶς εἰδέναι, ὅπου γε καὶ τοὔνομα πρὸ τοῦ γνωρίμου τὸ Μελησιγενῆ προκρίνουσι· τύχην δὲ πενίας ἢ πάθος ὀμμάτων. ἀλλὰ μὴν βέλτιον ἂν εἴη καὶ ταῦτα ἐᾶν ἐν ἀσαφεῖ κείμενα. περὶ στενὸν δή μοι κομιδῇ τὸ ἐγκώμιον, ποίησιν ἄπρακτον ἐπαινέσαι καὶ σοφίαν ἐκ τῶν ἐπῶν εἰκαζομένην συλλέγειν.

τὸ δὲ σόν, ἔφη, κατὰ χειρὸς ἐπίδρομον τε καὶ λεῖον ἐφ’ ὡρισμένοις τε καὶ γνωρίμοις μόνον ὀνομάτων, οἷον ὄψον ἕτοιμον ἡδυσμάτων παρὰ σοῦ δεόμενον. τί γὰρ οὐ μέγα τῷ Δημοσθένει καὶ λαμπρὸν ἡ τύχη προσῆψε; τί δ’ οὐ γνώριμον; οὐκ Ἀθῆναι μὲν αὐτῷ πατρὶς αἱ λιπαραὶ καὶ ἀοίδιμοι καὶ τῆς Ἑλλάδος ἔρεισμα; καίτοι λαβόμενος ἂν ἐγὼ τῶν Ἀθηνῶν ἐπὶ τῆς ποιητικῆς ἐξουσίας ἐπεισῆγον ἂν ἔρωτας θεῶν καὶ κρίσεις καὶ κατοικήσεις καὶ δωρεὰς καὶ τὴν Ἐλευσῖνα. νόμων δὲ καὶ δικαστηρίων καὶ πανηγύρεων καὶ Πειραιῶς καὶ ἀποικιῶν καὶ τροπαίων θαλαττίων τε καὶ χερσαίων ἐπεισηγμένων οὐδ’ ἂν εἷς ἐπ’ ἴσης ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, φησὶν ὁ Δημοσθένης. ἀφθονία. μὲν οὖν ἦν ἄν μοι περιττὴ πάντως, τὸ δ’ ἐγκώμιον οὐκ ἂν ἀπαρτᾶν ἐνομιζόμην, ἐν νόμῳ τοῖς ἐπαίνοις ὂν ἐκ τῶν πατρίδων ἐπικοσμεῖν τοὺς ἐπαινουμένους. Ἰσοκράτης δὲ παρεμπόρευμα τῆς Ἑλένης φέρων ἐνέθηκε τὸν Θησέα. τὸ μὲν δὴ ποιητικὸν φῦλον ἐλεύθερον· σοὶ δ’ ἴσως εὐλάβεια τὸ τῆς παροιμίας σκῶμμα ἐπὶ τῇ ἀσυμμετρίᾳ ἐπαγαγέσθαι, μή σοι μεῖζον προσκέοιτο τοὐπίγραμμα τῷ

θυλάκω.