Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Περδίκκας, ἔχων μεθʼ ἑαυτοῦ τόν τε βασιλέα Φίλιππον καὶ τὴν βασιλικὴν δύναμιν, ἐστράτευσεν ἐπὶ Ἀριαράθην τὸν Καππαδοκίας δυνάστην. οὗτος γὰρ οὐ προσέχων τοῖς Μακεδόσιν ὑπὸ μὲν Ἀλεξάνδρου παρεωράθη διὰ τοὺς περὶ Δαρεῖον ἀγῶνας καὶ περισπασμούς, ἀναστροφὴν δὲ πολυχρόνιον εἶχε κυριεύων τῆς Καππαδοκίας.

διὸ καὶ πολλὰ μὲν ἐκ τῶν προσόδων χρήματα ἤθροισε, δυνάμεις δʼ ἐγχωρίους καὶ ξενικὰς μεγάλας συνεστήσατο. διὸ καὶ βασιλείας ἀντιποιούμενος ἕτοιμος ἦν πρὸς τὸν Περδίκκαν διαγωνίζεσθαι, πεζοὺς μὲν ἔχων τρισμυρίους,

v.4.p.343
ἱππεῖς δὲ μυρίους πεντακισχιλίους. ὁ δὲ Περδίκκας συνάψας αὐτῷ μάχην καὶ τῇ παρατάξει νικήσας ἀνεῖλε μὲν εἰς τετρακισχιλίους, ἐζώγρησε δὲ ὑπὲρ τοὺς πεντακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Ἀριαράθης.

τοῦτον μὲν οὖν καὶ τοὺς συγγενεῖς αὐτοῦ πάντας αἰκισάμενος ἀνεσταύρωσε· τοῖς δʼ ἡττηθεῖσι συγχωρήσας τὴν ἀσφάλειαν καὶ καταστήσας τὰ κατὰ τὴν Καππαδοκίαν παρέδωκε τὴν σατραπείαν Εὐμενεῖ τῷ Καρδιανῷ, καθάπερ ἐξ ἀρχῆς ἦν μεμερισμένος.

ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Κρατερὸς ἐκ Κιλικίας ἀναζεύξας ἧκεν εἰς Μακεδονίαν, βοηθήσων τοῖς περὶ τὸν Ἀντίπατρον καὶ διορθωσόμενος τὰς γεγενημένας ἥττας τῶν Μακεδόνων. ἦγε δὲ πεζοὺς μὲν τῶν εἰς Ἀσίαν Ἀλεξάνδρῳ συνδιαβεβηκότων ἑξακισχιλίους, τῶν δʼ ἐν παρόδῳ προσειλημμένων τετρακισχιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας χιλίους, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους.

παρελθὼν δʼ εἰς τὴν Θετταλίαν καὶ τοῦ πρωτείου παραχωρήσας ἑκουσίως Ἀντιπάτρῳ κοινῇ μετʼ αὐτοῦ κατεστρατοπέδευσε παρὰ τὸν Πηνειὸν ποταμόν. οἱ δὲ πάντες ἠθροίσθησαν σὺν τοῖς μετὰ Λεοννάτου παραγεγενημένοις πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων ἐν τοῖς βαρέσιν ὅπλοις, τοξόται δὲ καὶ σφενδονῆται τρισχίλιοι,