Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τῇ δʼ ὑστεραίᾳ παραγενηθέντος Ἀντιπάτρου μετὰ τῆς δυνάμεως καὶ συμμίξαντος τοῖς ἡττημένοις μίαν οἱ πάντες Μακεδόνες ἐποιήσαντο τὴν στρατοπεδείαν καὶ τὴν τῶν ὅλων στρατηγίαν παρέλαβεν Ἀντίπατρος.

οὗτος δὲ κρίνας ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἔχειν καὶ θεωρῶν τοὺς πολεμίους ἱπποκρατοῦντας τὴν μὲν διὰ τῶν ὁμαλῶν ἀποχώρησιν ἀπέγνω, διὰ δὲ τῆς δυσχωρίας προάγων καὶ τοὺς ὑπερδεξίους τόπους προκαταλαμβανόμενος ἀπεχώρησεν ἐκ τούτων τῶν τόπων.

Ἀντίφιλος δὲ ὁ τῶν Ἑλλήνων στρατηγὸς ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Μακεδόνας

v.4.p.342
ἐφήδρευε περὶ Θετταλίαν διατρίβων καὶ καραδοκῶν τὴν τῶν πολεμίων ὁρμήν. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τοιαύταις εὐημερίαις ὑπῆρχε.

τῶν δὲ Μακεδόνων θαλασσοκρατούντων οἱ Ἀθηναῖοι πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν ἄλλας κατεσκεύασαν, ὥστε γενέσθαι τὰς πάσας ἑκατὸν ἑβδομήκοντα. τῶν δὲ Μακεδονικῶν νεῶν οὐσῶν διακοσίων καὶ τεσσαράκοντα τὴν ναυαρχίαν εἶχε Κλεῖτος.

οὗτος δὲ ναυμαχήσας πρὸς Ἠετίωνα τὸν Ἀθηναίων ναύαρχον ἐνίκησε δυσὶν ναυμαχίαις καὶ συχνὰς τῶν πολεμίων νεῶν διέφθειρε περὶ τὰς καλουμένας Ἐχινάδας νήσους.