Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Λεωσθένης δὲ μετὰ πάσης τῆς δυνάμεως παρελθὼν πλησίον τῆς Λαμίας καὶ τὴν παρεμβολὴν ὀχυρωσάμενος τάφρῳ βαθείᾳ καὶ χάρακι τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει καὶ τοὺς Μακεδόνας εἰς μάχην προυκαλεῖτο. μὴ τολμώντων δὲ αὐτῶν διαγωνίσασθαι προσβολὰς καθʼ

v.4.p.338
ἡμέραν τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο.

ἀμυνομένων δὲ τῶν Μακεδόνων εὐρώστως πολλοὶ τῶν προπετῶς βιαζομένων Ἑλλήνων ἀπώλλυντο· δυνάμεως γὰρ ἀξιολόγου κατὰ τὴν πόλιν οὔσης καὶ βελῶν παντοδαπῶν ἀφθονίας, ἔτι δὲ τείχους πολυτελοῦς κατεσκευασμένου ῥᾳδίως οἱ πολιορκούμενοι περιεγίνοντο.

ὁ δὲ Λεωσθένης ἀπογνοὺς τὴν ἐκ βίας ἅλωσιν τῆς πόλεως τὰς ἀγομένας εἰς ταύτην ἀγορὰς παρῃρεῖτο, νομίζων ῥᾳδίως τῇ σιτοδείᾳ καταπολεμήσειν τοὺς ἐγκεκλεισμένους ἐν τῇ πόλει. κατεσκεύαζε δὲ καὶ τεῖχος καὶ τάφρον ὤρυττεν μεγάλην καὶ βαθεῖαν, εἴργων τοὺς πολιορκουμένους ἀπὸ τῆς ἐξόδου.

μετὰ δὲ ταῦτα Αἰτωλοὶ μὲν ἀξιώσαντες τὸν Λεωσθένην διά τινας ἐθνικὰς χρείας κατὰ τὸ παρὸν ἀπελθεῖν ἐπʼ οἴκου πάντες ἐπανῆλθον εἰς τὴν Αἰτωλίαν· οὕτως δὲ τῶν περὶ Ἀντίπατρον καταπονηθέντων καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι διὰ τὴν προσδοκωμένην σιτοδείαν ἡ τύχη τι παράδοξον ἀπένειμε τοῖς Μακεδόσιν εὐκλήρημα.