Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀντίπατρος δʼ ἀπολελειμμένος ὑπʼ Ἀλεξάνδρου στρατηγὸς τῆς Εὐρώπης ὡς ἐπύθετο τήν τε τοῦ βασιλέως ἐν Βαβυλῶνι τελευτὴν τήν τε τῶν σατραπειῶν διαίρεσιν, πρὸς μὲν Κρατερὸν εἰς Κιλικίαν διεπέμπετο παρακαλῶν τὴν ταχίστην βοηθῆσαι ʽοὗτος γὰρ προαπεσταλμένος εἰς Κιλικίαν ἤμελλε κατάγειν εἰς Μακεδονίαν τοὺς ἀπολελυμένους τῆς στρατείας Μακεδόνας, ὄντας ὑπὲρ τοὺς μυρίουσʼ, πρὸς δὲ Φιλώταν τὸν εἰληφότα σατραπείαν τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν, ὁμοίως ἀξιῶν καὶ τοῦτον βοηθῆσαι καὶ μίαν τῶν ἑαυτοῦ θυγατέρων συνοικιεῖν ἐπαγγελλόμενος.

πυθόμενος δὲ τὴν ὑπὸ τῶν Ἑλλήνων συνδρομὴν ἐπʼ αὐτὸν γεγενημένην, τῆς μὲν Μακεδονίας ἀπέλιπε στρατηγὸν Σίππαν, δοὺς στρατιώτας τοὺς ἱκανοὺς καὶ παραγγείλας στρατολογεῖν ὡς πλείστους· αὐτὸς δʼ ἀναλαβὼν Μακεδόνας μὲν μυρίους καὶ τρισχιλίους, ἱππεῖς δὲ

v.4.p.337
ἑξακοσίους ʽἐσπάνιζε γὰρ ἡ Μακεδονία στρατιωτῶν πολιτικῶν διὰ τὸ πλῆθος τῶν ἀπεσταλμένων εἰς τὴν Ἀσίαν ἐπὶ διαδοχὴν τῆς στρατείασʼ ἀνέζευξεν ἐκ τῆς Μακεδονίας εἰς Θετταλίαν, συμπαραπλέοντος αὐτῷ τοῦ στόλου παντός, ὃν ἀπεσταλκὼς ἦν Ἀλέξανδρος παραπέμψοντα πλῆθος χρημάτων ἐκ τῶν βασιλικῶν θησαυρῶν εἰς τὴν Μακεδονίαν, οὐσῶν τῶν πασῶν τριήρων ἑκατὸν καὶ δέκα.

οἱ δὲ Θετταλοὶ τὸ μὲν πρῶτον συμμαχοῦντες τῷ Ἀντιπάτρῳ πολλοὺς καὶ ἀγαθοὺς ἱππεῖς ἐξέπεμψαν αὐτῷ· ὕστερον δʼ ὑπὸ τῶν Ἀθηναίων μεταπεισθέντες ἀφίππευσαν πρὸς Λεωσθένην καὶ μετὰ τῶν Ἀθηναίων ταχθέντες διεπολέμουν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.

μεγάλης δὲ δυνάμεως ταύτης τοῖς Ἀθηναίοις προσγεγενημένης οἱ μὲν Ἕλληνες ἐκράτουν πολὺ τῶν Μακεδόνων ὑπερέχοντες, ὁ δὲ Ἀντίπατρος μάχῃ λειφθεὶς καὶ τὸ λοιπὸν οὔτε παρατάξασθαι τολμῶν οὔτʼ εἰς τὴν Μακεδονίαν ἐπανελθεῖν ἀσφαλῶς δυνάμενος κατέφυγεν εἰς πόλιν Λάμιαν. ἐν ταύτῃ δὲ τὴν δύναμιν συνέχων καὶ τὰ τείχη κατασκευάζων, ἔτι δὲ παρασκευὰς ὅπλων καὶ καταπελτῶν καὶ σίτου ποιούμενος ἐκαραδόκει τοὺς ἀπὸ τῆς Ἀσίας συμμάχους.