Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Συδράκας καὶ τοὺς ὀνομαζομένους Μαλλούς, ἔθνη πολυάνθρωπα καὶ μάχιμα, κατέλαβε τοὺς ἐγχωρίους ἠθροικότας πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ μυρίους, ἅρματα δʼ ἑπτακόσια. οὗτοι πρὸ μὲν τῆς Ἀλεξάνδρου παρουσίας ἐπολέμουν ἀλλήλοις, ὡς δʼ ὁ βασιλεὺς ἤγγισε τῇ χώρᾳ, συνεφρόνησαν καὶ μυρίας παρθένους δόντες καὶ λαβόντες διὰ τῆς ἐπιγαμίας ταύτης διηλλάγησαν.

οὐ μὴν συγκατέβησαν εἰς παράταξιν, ἀλλὰ πάλιν στασιάσαντες ὑπὲρ τῆς ἡγεμονίας εἰς τὰς σύνεγγυς πόλεις ἀπεχώρησαν. ὁ δʼ Ἀλέξανδρος τῇ πρώτῃ πόλει πλησιάσας ἐξ ἐφόδου διενοεῖτο πολιορκεῖν ταύτην.

ἔνθα δὴ τῶν τερατοσκόπων τις Δημοφῶν ὄνομα προσελθὼν αὐτῷ διά τινων οἰωνῶν ἔφη προδηλοῦσθαι τῷ βασιλεῖ μέγαν κίνδυνον ἐκ τραύματος ἐσόμενον ἐν τῇ πολιορκίᾳ. διόπερ ἠξίου τὸν Ἀλέξανδρον ἀφεῖναι μὲν ταύτην τὴν πόλιν ἐπὶ τοῦ παρόντος, ἐφʼ ἑτέρας δὲ πράξεις ἐπιβάλλειν τὸν νοῦν.