Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

αὐτὸς δὲ πάλιν μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς διὰ τοῦ ποταμοῦ τὸν πλοῦν ἐποιεῖτο μέχρι τῆς συμβολῆς τῶν προειρημένων ποταμῶν καὶ τοῦ Ἰνδοῦ. μεγάλων δὲ ῥείθρων εἰς ἕνα τόπον συρραττόντων ἴλιγγες πολλαὶ καὶ φοβεραὶ συνίσταντο καὶ τὰ σκάφη συστρέφουσαι διέφθειρον. τῆς δὲ τοῦ ῥεύματος βίας ὀξείας καὶ σφοδρᾶς οὔσης καὶ τῆς τῶν κυβερνητῶν τέχνης κατισχυομένης δύο μὲν μακραὶ ναῦς κατέδυσαν, τῶν δὲ ἄλλων πλοίων οὐκ ὀλίγα πρὸς τὴν γῆν ἐξέπεσε.

τῆς δὲ ναυαρχίδος καταρράκτῃ μεγάλῳ περιπεσούσης ὁ βασιλεὺς εἰς τὸν ἔσχατον ἦλθε κίνδυνον. διὸ καὶ τοῦ θανάτου πρὸ ὀφθαλμῶν ὄντος ὁ μὲν Ἀλέξανδρος ἀποθέμενος τὴν ἐσθῆτα γυμνῷ τῷ σώματι τῆς ἐνδεχομένης ἀντείχετο βοηθείας, οἱ δὲ φίλοι παρενήχοντο, σπεύδοντες ὑποδέξασθαι περιτρεπομένης τῆς νεὼς τὸν βασιλέα.

πολλῆς δὲ ταραχῆς περὶ τὴν ναῦν οὔσης καὶ τῶν μὲν ἀνδρῶν ἀντιταττομένων τῇ τοῦ ῥεύματος βίᾳ, τοῦ δὲ ποταμοῦ κατισχύοντος πᾶσαν ἀνθρωπίνην ἐπίνοιάν τε καὶ δύναμιν μόγις ὁ Ἀλέξανδρος μετὰ τῶν νεῶν εἰς τὴν γῆν ἐξέπεσεν. σωθεὶς δὲ παραδόξως τοῖς θεοῖς ἔθυσεν ὡς μεγίστους ἐκπεφευγὼς κινδύνους καὶ πρὸς ποταμὸν ὁμοίως Ἀχιλλεῖ διαγωνισάμενος.