Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κρίνας δʼ ἐπὶ ταύτης τοὺς ὅρους θέσθαι τῆς στρατείας πρῶτον μὲν τῶν δώδεκα θεῶν βωμοὺς πεντήκοντα πηχῶν ᾠκοδόμησεν, ἔπειτα τριπλασίαν τῆς προϋπαρχούσης στρατοπεδείαν περιβαλόμενος ὤρυξε τάφρον τὸ μὲν πλάτος πεντήκοντα ποδῶν, τὸ δὲ βάθος τεσσαράκοντα· τὴν δʼ ἀναβολὴν ἐντὸς τῆς τάφρου σωρεύσας τεῖχος ἀξιόλογον ᾠκοδόμησε.

προσέταξε δὲ τοῖς μὲν πεζοῖς κατασκηνώσεις ἑκάστῳ δύο στιβάδας πενταπήχεις ἐχούσας οἰκοδομῆσαι, τοῖς δʼ ἱππεῦσι πρὸς ταύταις καὶ δύο φάτνας τῶν εἰθισμένων διπλασίας, ἀκολούθως δὲ καὶ τἄλλα τὰ καταλείπεσθαι μέλλοντα τοῖς μεγέθεσιν αὐξῆσαι. ταῦτα δὲ πράττειν ἤμελλεν, ἅμα μὲν ἡρωικὴν βουλόμενος ποιήσασθαι στρατοπεδείαν, ἅμα δὲ τοῖς ἐγχωρίοις ἀπολιπεῖν σημεῖα μεγάλων ἀνδρῶν, ἀποφαίνοντα ῥώμας σωμάτων ὑπερφυεῖς.

ἀπὸ δὲ τούτων γενόμενος μετὰ πάσης τῆς δυνάμεως ταῖς αὐταῖς ὁδοῖς πορευθεὶς ἀνέκαμψεν ἐπὶ τὸν Ἀκεσίνην ποταμόν· καταλαβὼν δὲ τὰ σκάφη νεναυπηγημένα καὶ ταῦτα καταρτίσας ἕτερα προσεναυπηγήσατο.

κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκον ἐκ τῆς Ἑλλάδος σύμμαχοι καὶ μισθοφόροι διὰ τῶν στρατηγῶν ἠγμένοι, πεζοὶ μὲν πλείους τρισμυρίων, ἱππεῖς δʼ οὐ πολὺ λείποντες τῶν ἑξακισχιλίων, ἐκομίσθησαν δὲ καὶ πανοπλίαι διαπρεπεῖς πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, φαρμάκων δʼ ἰατρικῶν ἑκατὸν τάλαντα. ταῦτα μὲν οὖν διέδωκε τοῖς στρατιώταις.

τῆς δὲ ναυτικῆς παρασκευῆς συντελεσθείσης καὶ διακοσίων μὲν ἀφράκτων ἡτοιμασμένων, ὀκτακοσίων δὲ ὑπηρετικῶν τὰς μὲν παρὰ τὸν ποταμὸν κτισθείσας πόλεις ὠνόμασε τὴν μὲν διὰ τὸ τῷ πολέμῳ κρατῆσαι Νίκαιαν, τὴν δʼ ἀπὸ τοῦ τελευτήσαντος ἵππου κατὰ τὴν πρὸς Πῶρον μάχην Βουκεφάλαν.