Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁρῶν δὲ τοὺς στρατιώτας ταῖς συνεχέσι στρατείαις καταπεπονημένους καὶ σχεδὸν ὀκταετῆ χρόνον ἐν πόνοις καὶ κινδύνοις τεταλαιπωρηκότας ὑπέλαβεν ἀναγκαῖον εἶναι τὰ πλήθη τοῖς ἁρμόζουσι λόγοις προτρέψασθαι πρὸς τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν.

πολλὴ μὲν γὰρ φθορὰ τῶν στρατιωτῶν ἐγεγόνει καὶ λύσις οὐδεμία τῶν πολέμων ἠλπίζετο· καὶ τῶν μὲν ἵππων διὰ τὴν συνέχειαν τῆς ὁδοιπορίας τὰς ὁπλὰς ὑποτετρῖφθαι συνέβαινε, τῶν δὲ ὅπλων τὰ πλεῖστα κατεξάνθαι καὶ τὸν μὲν Ἑλληνικὸν ἱματισμὸν ἐκλελοιπέναι, συναναγκάζεσθαι δὲ βαρβαρικοῖς ὑφάσμασι χρῆσθαι, συντεμόντας τὰ τῶν Ἰνδῶν περιβλήματα.

κατὰ τύχην δὲ καὶ χειμῶνες ἄγριοι κατερράγησαν ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ βρονταὶ συνεχεῖς καὶ κεραυνοὶ κατέσκηπτον. ἃ δὴ λογιζόμενος ἐναντιοῦσθαι ταῖς ἰδίαις ἐπιβολαῖς μίαν εἶχεν ἐλπίδα τῆς ἐπιθυμίας, εἰ τοὺς στρατιώτας διὰ τῆς εὐεργεσίας εἰς εὔνοιαν μεγάλην προαγάγοιτο.

διόπερ λεηλατεῖν μὲν αὐτοῖς συνεχώρησε τὴν πολεμίαν χώραν, γέμουσαν παντοίας ὠφελείας· ἐν αἷς δʼ ἡμέραις ἡ δύναμις περὶ τὴν προνομὴν ἠσχολεῖτο, συναγαγὼν τὰς γυναῖκας τῶν στρατιωτῶν καὶ τοὺς ἐξ αὐτῶν γεγονότας παῖδας ταύταις μὲν συνεστήσατο κατὰ μῆνα διδόναι σῖτον, τοῖς δὲ παισὶν ἐπιφορὰς ταγματικὰς ἀπένειμε κατὰ τοὺς τῶν πατέρων συλλογισμούς.

ὡς δʼ ἐπανῆλθον οἱ στρατιῶται πολλῶν πλῆθος ἀγαθῶν ἐκ τῆς προνομῆς εὑρηκότες συνῆγε πάντας εἰς ἐκκλησίαν. διελθὼν δὲ λόγον πεφροντισμένον περὶ τῆς ἐπὶ τοὺς Γανδαρίδας στρατείας καὶ τῶν Μακεδόνων οὐδαμῶς συγκαταθεμένων ἀπέστη τῆς ἐπιβολῆς.