Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ Θηβαίων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμάλωτα δὲ σώματα συνήχθη πλείω τῶν τρισμυρίων, χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη. ὁ δὲ βασιλεὺς τοὺς μὲν τελευτήσαντας τῶν Μακεδόνων ἔθαψε, πλείους ὄντας τῶν πεντακοσίων, τοὺς δὲ συνέδρους τῶν Ἑλλήνων συναγαγὼν ἐπέτρεψε τῷ κοινῷ συνεδρίῳ πῶς χρηστέον τῇ πόλει τῶν Θηβαίων.

προτεθείσης οὖν βουλῆς τῶν ἀλλοτρίως διακειμένων τοῖς Θηβαίοις τινὲς ἐπεχείρουν συμβουλεύειν ἀπαραιτήτοις τιμωρίαις δεῖν περιβαλεῖν αὐτούς, ἀπεδείκνυον δʼ αὐτοὺς τὰ τῶν βαρβάρων πεφρονηκότας κατὰ τῶν Ἑλλήνων· καὶ γὰρ ἐπὶ Ξέρξου συμμαχοῦντας τοῖς Πέρσαις ἐστρατευκέναι κατὰ τῆς Ἑλλάδος καὶ μόνους τῶν Ἑλλήνων ὡς εὐεργέτας τιμᾶσθαι παρὰ τοῖς βασιλεῦσι τῶν Περσῶν καὶ πρὸ τῶν βασιλέων τοῖς πρεσβεύουσι τῶν Θηβαίων τίθεσθαι θρόνους.

πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διελθόντες παρώξυναν τὰς τῶν συνέδρων ψυχὰς κατὰ τῶν Θηβαίων καὶ πέρας ἐψηφίσαντο τὴν μὲν πόλιν κατασκάψαι, τοὺς δʼ αἰχμαλώτους ἀποδόσθαι, τοὺς δὲ φυγάδας τῶν Θηβαίων ἀγωγίμους ὑπάρχειν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ μηδένα τῶν Ἑλλήνων ὑποδέχεσθαι Θηβαῖον.

ὁ δὲ βασιλεὺς ἀκολούθως τῇ τοῦ συνεδρίου γνώμῃ τὴν μὲν πόλιν κατασκάψας πολὺν ἐπέστησε φόβον τοῖς ἀφισταμένοις τῶν Ἑλλήνων, τοὺς δʼ αἰχμαλώτους λαφυροπωλήσας ἤθροισεν ἀργυρίου τάλαντα τετρακόσια καὶ τεσσαράκοντα.